Ancient Greek
464.1
Gregorius Nyssenus Theol., Contra Eunomium 464.1
Unproofread scanNot analysed yet
Aτιθέντας κατὰ τῶν πολεμίων τὸν λόγον. Ὅσπερ δὲ ἐπὶ τῶν ἀνθρωπίνων πολέμων οἱ μὲν ἀνδρεία τε καὶ δυνάμει τῶν λοιπῶν διαφέρουσι, καὶ κατησφαλισμένοι τοὺς ὅπλους, καὶ ταῖς πρὸς τοὺς κινδύνους μελέταις, τὴν τοῦ πολεμεῖν ἐμπειρίαν προειληφότες, ἐπὶ τοῦ μετώπου τῆς φάλαγγος ἵστανται, τῶν κατὰ τὸ βάθος ἐπιτεταγμένων προκινδυνεύοντες· οὗ δὲ λοιπὸς ὅμιλος εἰς μόνην φαντασίαν πλήθους συντείνοντες αὐτῷ τῷ συναστισμῷ δοκοῦσι τι κέρδος τῷ κοινῷ συνεισφέρειν· οὕτως καὶ ἐπὶ τῶν ἡμετέρων ἀγῶνων, ὁ μὲν γενναῖος τοῦ Χριστοῦ στρατιώτης, καὶ σφοδρὸς κατὰ τῶν ἀλλοφύλων ἀγωνιστής, ὁ μέγας τοῦ Πνεύματος ὁπλίτης Βασίλειος, ὁ τὴν ἀποστολικὴν πανοπλίαν ἐνδεδυκώς, καὶ τῷ θυρεῷ κατησφαλισμένος τῆς πίστεως, τὸ τε ἀμυντήριον ὅπλον, τὴν τοῦ Πνεύματος λέγω μάχαιραν, ἀεὶ προβαλλόμενος· οὗτος μὲν προπολεμεῖ τῆς τοῦ Κυρίου στρατιᾶς ἐν τῷ πονηθέντι κατὰ τῆς αἱρέσεως λόγῳ, ζῶν τε καὶ ἀμυνόμενος, καὶ κατὰ τῶν ἐχθρῶν ἀριστεύων. Ἡμεῖς δὲ τὸ πλῆθος τῷ θυρεῷ τοῦ προμάχου τῆς πίστεως ἑαυτοὺς ὑποκρύψαντες, καθάπερ ἂν προηγήται πρὸς τοὺς ἐναντίους ὁ στρατηγός, τῶν κατὰ δύναμιν ἀγῶνων οὐκ ἀφεξόμεθα. Ἐπεὶ τοίνυν διελέγχων ἑκεῖνος τὴν ἡπατημένην τῆς αἱρέσεως καὶ ἀνυπόστατον φαντασίαν, ὀυδαμὴς ἄλλως τὴν προσγγορίαν τῆς ἀγεννησίας, ἢ κατ' ἐπίνοιαν, φησὶν ἐπιλέγεσθαι τῷ Θεῷ, καὶ τὰς ἀποδείξεις ἐπήγαγε, ταῖς τε κοιναῖς καὶ ταῖς Γραφικαῖς μαρτυρίαις ἠσφαλισμένας. Ὁ δὲ τῆς ἀπάτης εὐρετὴς Εὐνόμιος, οὔτε συντείνουσι τοῖς εἰρημένοις, οὔτε ἀνατρέπειν δυνατῶς ἔχει, συνεχόμενος δὲ πρὸς τὴν ἀλήθειαν, ὅσω τῃλαυγέστερον διαλάμπει τῆς εὐσεβείας τὰ δόγματα, τοσοῦτον μᾶλλον κατὰ τὰ νυκτίνομα τῶν ζῴων πρὸς τὸ φῶς ἀμελυτῶν, καὶ οὐδὲ τὰς συνθεις τῶν σοφισμάτων καταδύσεις εὕρισκων, μάτην διαπλανᾶται· καὶ πρὸς τὸ τοῦ ψευδοῦς ἀδιέξοδον εἰσιὼν περὶ τὰ αὐτὰ συντείνει. Καὶ πᾶς αὐτῷ σχεδὸν περὶ τὴν αὐτὴν φυλαρίαν ὁ δεύτερος κατησχοληται πόνος. Διὰ τοῦτο καλῶς ἔχει καὶ ἡμῖν ἐν τούτῳ γενέσθαι τὴν πρὸς τοὺς ἀντιτεταγμένους μάχην, ἐν ᾧ καὶ ὁ πρόμαχος ἡμῶν διὰ τοῦ ἰδίου καθηγήσατο λόγου.