Ancient Greek
466.1.21 to 466.1.30
Gregorius Nyssenus Theol., Contra Eunomium 466.1.21-30
Unproofread scanNot analysed yet
Ἄλλ’ ἐκ μὲν τῆς τοῦ ἀγεννήτου προσηγρίας, τὸ ἄνευ αἰτίας εἶναι τὸν οὕτως ὀνομασμένον ἐμάθομεν· ἐκ δὲ τῆς τοῦ ἀπλοῦ, τὸ καθαρεῦσιν συνθέσεως· οὔτεθρον δὲ τούτων ἀντὶ τοῦ ἄλλου λέγεται. Οὐκοῦν οὐδεμίαν ἀνάγκην ἔχει, ἐπειδὴ ἄπλοῦν ἐστὶ τῇ φύσει τὸ Θεῖον, ἀγεννησίαν αὐτῷ τὴν φύσιν κατονομάζεσθαι. Ἄλλὰ καθ’ ὁ μὲν ἀμερὴς ἐστὶ καὶ ἀσύνθετος, ἄπλοῦς λέγεται, καθ’ ὁ δὲ οὐχ ἐγεννήθη, ἀγέννητος. Εἰ δὲ μὴ σημαίνει τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ’ ἀπλὸ- D τῆς ἀντιειργου τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος, καὶ διὰ τοῦτο ἀγέννητος κατὰ τὸν λόγον τῆς αἱρέσεως λέγοιτο, διότι ἄπλοῦς ἐστὶ καὶ ἀσύνθετος· μία δὲ τοῦ ἀπλοῦ τε καὶ ἀγεννήτου ἡ σημασία, καὶ ἡ τοῦ Υἱοῦ ἀπλότης ἀγεννησία πάντως ὀνομασθήσεται. Ἄπλοῦν γὰρ εἶναι τῇ φύσει καὶ τὸν μονογενῆ Θεὸν οὐχ ἀρνήσονται, εἰ μὴ ἄρα καὶ τὸ Θεὸν εἶναι αὐτὸν ἀρνήσαιντο. Οὐκοῦν οὐδεμίαν κατὰ τὸ σημαινούμενον κοινωνίαν ἡ ἀπλότης πρὸς τὸ ἀγέννητον ἔχει, ὡς διὰ τὸ ἀσύνθετον ἀγεννησίαν τὴν φύσιν καὶ νομίζεσθαι· ἵνα μὴ δυοῖν ἀτόποι τὸ ἕτερον καθ’ ἑαυτὸν ἐπισπάσοντο, ἡ ἀρνούμενοι τοῦ Μονογενοῦς τὴν θεότητα, ἡ