Ancient Greek
467.1.1 to 467.1.17
Gregorius Nyssenus Theol., Contra Eunomium 467.1.1-17
Unproofread scanNot analysed yet
χάκεινον τὴν ἀγεννησίαν ἐπισημίζοντες. Εἰ γὰρ ἀπλοῦν μὲν τῇ φύσει τὸ Θεόν, ὄνομα δὲ κατ’ αὐτοῦς τῆς ἀπλότητος ἐστὶ τὸ ἀγέννητον, τὸ σύνθετον εἶναι τὸν Υἱὸν κατασκευάσουσιν, ᾧ τὸ μὲν Θεὸν εἶναι συναποδεικνύται, ἢ εἰ ὁμολογοῦσιν ἐπ’ αὐτῷ τὴν θεότητα, ἀπλοῦν δὲ, καθὼς εἴρηται, τὸ Θεὸν ἐστι, τὸν αὐτὸν καὶ ἀγέννητον διὰ τὴν ἀπλότητα πάντως εἶναι κατασκευάσουσιν· εἴπερ ἡ ἀπλότης ταύτῃ τῇ ἀγεννησίᾳ νομίζεται· ὡς δ’ ἂν σαφέστερον τὸ λεγόμενον γένοιτο, πάλιν τὸ ῥηθὲν ἀναλήψομαι. Ἡμεῖς τοῦτο φαμεν, ὅτι ἐν ἑκατέρῳ τῶν ὀνομάτων, ἵδιν τι τὸ σημαίνόμενον ὑπεστὶ· καὶ οὔτε τῷ ἀγεννητῷ τὸ ἀμερὲς ἐρμηνεύεται, οὔτε τῷ ἀπλῷ τὸ ἀγέννητον· ἀλλ’ ἐν μὲν τῷ ἀπλῷ, τὸ ἀσύνθετον ἐνοήσαμεν, ἐν δὲ τῷ ἀγεννητῷ, τὸ μὴ ἐξ αἰτίας εἶναι τινος ἐδιδάχθημεν. Τὸν δὲ Υἱὸν ἐκ Θεοῦ Θεὸν ὄντα, καὶ αὐτὸν ἀπλοῦν πιστεύειν οἴομεθα δεῖν· διὰ τὸ πάσης συνθέσεως καθαρεύειν τὸ Θεόν. Καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτου, μήτε διὰ τῆς τοῦ Υἱοῦ προσωνυμίας τὴν ἀπλότητα τῆς οὐσίας σημαίνειν, μήτ’ αὐτῇ ἀπλότητι περιστατῶν τὸ τοῦ Υἱοῦ σημαίνεσθαι. Ἀλλ’ ἐκ τούτου μὲν, τὴν ἐκ τοῦ Πατρὸς ὑπόστασιν φανερούσθω· ἐκ δὲ τοῦ ἀπλοῦ, ὅπερ ἐμφαίνει ἡ τοιαύτη φωνή. Ἐπεὶ οὖν ὁ μὲν τῆς κατ’ οὐσίαν ἀπλότητος λόγος εἰς καὶ ὁ αὐτὸς καὶ ἐπὶ Πατρὸς λέγεται καὶ ἐπὶ Υἱοῦ, οὔτε ὑφέσει τινι, οὔτε πλεονασμῷ διαλλάσσων· τὸ δὲ γεννητὸν τῷ ἀγεννητῷ πολλῇ κατὰ τὸ σημαίνόμενον τὴν διαφορὰν ἔχει· τοῦτο γὰρ ἐστὶν ἐν τῷ ἑτέρῳ τῶν ὀνομάτων νοῆσαι, ὃ ἐν τῷ ἄλλῳ οὐκ ἐστὶ· διὰ τοῦτο φαμεν μηδεμίαν ἀνάγκην εἶναι, ἀγεννητοῦ ὄντος τοῦ Πατρὸς, ἐπειδὴ ἀπλῇ ἐστὶν αὐτοῦ ἡ οὐσία, ἀγεννησίαν λέγεσθαι αὐτοῦ τὴν οὐσίαν. Οὔτε γὰρ ἀπλοῦ ὄντος τοῦ Υἱοῦ, τοῦ αὐτοῦ καὶ γεννητοῦ εἶναι πιστευομένου, ἀπλότητα λέγομεν τὴν οὐσίαν.