Ancient Greek
468.12 to 468.43
Gregorius Nyssenus Theol., Contra Eunomium 468.12-43
Unproofread scanNot analysed yet
Εἶτα καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάζωμεν· Εἰ τὸ ἀγέννητον ὄνομα φασὶ τὴν οὐσίαν σημαίνειν, καὶ μὴ τὸ ἄνευ αἰτίας τὴν ὑπόστασιν ἔχειν· ποίῳ ὀνόματι τὸ ἄνευ αἰτίας εἶναι τὸν Πατέρα συστήσουσι, τῆς ἀγεννησίας εἰς τὴν τῆς οὐσίας ἔνδειξιν παρ’ αὐτῶν ἀποτεταγμένης; Εἰ γὰρ μὴ τὴν διασταλτικὴν τῶν ὑποστάσεων διαφορὰν διὰ τῆς τοῦ ἀγεννητοῦ φωνῆς διδασκόμεθα, ἀλλ’ αὐτῆς φύσεως ἐνδεικτικὴν εἶναι ταύτην ὑποληψόμεθα, οἷον ἀπορρέου- σάν πως τοῦ ὑπερκειμένου πράγματος· καὶ διὰ τῆς τῶν συλλαβῶν ἐκφωνήσεως ἐκκαλύπτουσαν τὸ ζητούμενον, ἀνάγκη πᾶσα ἢ μὴ εἶναι τὸν Θεὸν ἀγέννητον, ἢ μὴ λέγεσθαι, μηδεμιᾶς φωνῆς τὴν τοιαύτην ἐμφασιν ἰδιαζοῦσαν ἐπ’ αὐτοῦ παρεχομένης. Τῆς γὰρ ἀγεννησίας, καθὼς οὗτοί φασιν, οὐ τὸ ἄνευ αἰτίας εἶναι διασημαινούσης, ἀλλὰ τὴν φύσιν ἐνδεικνουμέ- νης, περιτραπησεται πάντως αὐτοῖς πρὸς τὸνναντίον τὸ σῶφισμα, καὶ εὑρεθήσεται διαφεύγειν τοῦ δόγματος αὐτῶν ἐπὶ τοῦ Θεοῦ τὸ ἀγέννητον. Μηδενὸς γὰρ ἑτέρου ῥήματος ἢ ὀνόματος τὸ μὴ γεννηθῆναι τὸν Πατέρα παριστάντος, τοῦ δὲ ἀγεννητοῦ κατὰ τὴν σοφίαν αὐτῶν, ἄλλο τι καὶ οὐχὶ τὸ μὴ γεγεννηθῆναι διερμηνεύοντος, ὀφεται καὶ συνεφρήθη πρὸς τὸν Σαβέλιον αὐτοῖς κατολισθήσας ὁ λόγος. Ἀνάγκη γὰρ πᾶσα διὰ τῆς ἀκολουθίας ταύτης, τὸν αὐτὸν εἶναι νομίζεσθαι τῷ Υἱῷ τὸν Πατέρα, τῆς κατὰ τὸ γεννητὸν καὶ ἀγέννητον διαφορᾶς ἐκ τοῦ δόγματος αὐτῶν ἐκκαληθείσης. Ὥστε διὸν ἑτέρων, ἢ ἀναθήσονταὶ τὴν περὶ τοῦ ὀνόματος δόξαν, ὡς διαφορὰν τῆς ἑκατέρου ἰδιότητος, καὶ οὐχὶ φύσιν σημαίνοντος· ἢ παραμένοντες τοῖς ἐγνωσμένοις, περὶ ταύτης τῆς φωνῆς Σαβέλλῳ συνθῆσονται. Οὐ γὰρ ἔστιν ὅπως ἡ τῶν ὑποστάσεων διαφορὰ τὸ ἀσύγχυτον ἔξει, μὴ τῷ γεννητῷ διαστελλομένη πρὸς τὸ ἀγέννητον. Ὥστε εἰ