Ancient Greek
468.46
Gregorius Nyssenus Theol., Contra Eunomium 468.46
Unproofread scanNot analysed yet
μὲν διαφορὰν σημαίνει τὸ ὄνομα, ἡ οὐσία ἔσται διὰ τῆς προσῳδίας ταύτης ἀσάμαντος. Ἄλλος γὰρ τῆς διαφορᾶς καὶ ἕτερος τῆς οὐσίας ὁ λόγος. Εἰ δὲ πρὸς τὴν φύσιν τὴν σημασίαν τῆς φωνῆς καθεύκουσιν, εἰς τὴν τῶν υἱοπατρῶν λεγομένων ἀπάτην ἀκολουθῶς ὑποσυρήσονται, τῆς κατὰ τὰς ὑποστάσεις τρανότητος ὑποσυρείσης τοῦ λόγου. Εἰ δὲ λέγουσι καλύψειν μηδὲν καὶ τὴν πρὸς τὸ γεννητὸν ἀντιδιαστολὴν ἐκ τῆς ἀγεννησίας σημαίνεσθαι, καὶ αὐτὴν παριστῆν τὴν οὐσίαν, διαστελλάτωσαν ἡμῖν τὰς προσφορὰς τοῦ ὀνόματος σημασίας, ὡς δύνασθαι κυρίως ἀμφοτέροις πρὸς ἑκατέραν διαχισθῆναι τοῦ ἀγεννητοῦ τὴν ἐννοίαν. Ἡ μὲν γὰρ τῆς διαφορᾶς ἐκ τοῦ ὀνόματος δήλωσις, ἀμφιβολίαν οὐκ ἔχει, τῇ τῆς ἀντιδιαστολῆς λόγῳ συνισταμένη. Ἀντὶ γὰρ τοῦ, γεγένηται ὁ Υἱός, καὶ οὐ γεγένηται ὁ Πατήρ, τὸν μὲν ἀγέννητον, τὸν δὲ γεννητὸν λέγεσθαι κατὰ τινα ῥημάτων παρονομίαν, καὶ ἡμεῖς συντιθέμεθα. Ἡ δὲ τῆς οὐσίας δεῖξις ἐκ ποίας διανοίας διὰ τοῦ πρὸς ῥήματος τοῦτου σαφηνισθήσεται, εἰπεὶν οὐκ ἄν ἔχοιεν.