Ancient Greek
472.1.1 to 472.1.14
Gregorius Nyssenus Theol., Contra Eunomium 472.1.1-14
Unproofread scanNot analysed yet
τινι μέλιτι καταχρώσαντες, ἐπειδὰν ἐγχέωσι τὴν ἀπάτην τῇ ψυχῇ τοῦ ἀκούοντος, τὴν περὶ τοῦ μὴ εἶναι Θεὸν ἀληθινὸν τὸν Μονογενῆ Θεόν· τὰ ἄλλα πάντα τοῦτο καὶ σιωπῶντες συγχρεῖγχαγάζονται. Τῷ γὰρ πεισθέντι μὴ ἀληθῆ εἶναι Θεὸν ἐπακολουθεῖ τὸ μηδὲ ἄλλο τι τῶν θεοπρεπῶς περὶ αὐτοῦ λεγομένων ἐν ἀληθείᾳ λέγεσθαι. Εἰ γὰρ οὔτε Υἱός, οὔτε Θεὸς ἐξ ἀληθείας, ἀλλ’ ἐκ καταχρήσεως τούτων ὀνόσεων, πάντως δτι καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, οἷς παρὰ τῆς θείας Γραφῆς ὀνομάζεται, τῆς ἀληθείας κεχωρισται. Οὐ γὰρ δὴ τὸ μὲν ἀληθῶς ἐπ’ αὐτοῦ ῥηθήσεται, τὸ δὲ ἀμοιρήσει τῆς ἀληθείας. Ἄλλα πάντως ἀλλήλοις ἀκολουθήσει πάντα· ὥστε εἰ μὲν ἀληθῶς εἴη Θεός, καὶ κριτὴν, καὶ βασιλέα, καὶ τὰ καθ’ ἕκαστον τῶν λεγομένων εἶναι· ὡς λέγεται. Εἰ δὲ ἡ θεότης ψευδοῖτο, μηδὲ ἕλλο τι τῶν περὶ αὐτοῦ ἀληθεύει. Πεισθέντων τοίνυν τῶν ἡπατημένων τῷ ψευδώνυμον ἐπὶ τοῦ Μονογενοῦς εἶναι τὴν τῆς θεότητος κλῆσιν τὸ μηδὲ λατρεύειν, μηδὲ σέβειν, μηδὲ δλως τὴν Θεῷ χρεωστούμενην ἀπονέμειν τιμὴν, συγκαταεσχύσαται. Ἴνα τοίνυν ἐνεργὴς αὐτὸς ἡ κατὰ τοῦ Σωτῆρος ἐπιχείρησις γένηται, ταύτην εὕροντο τῆς βλασφημίας τὴν μεθόδον· Συμβουλεύουσι μὴ δεῖν τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν ἐπισκοπεῖν, δι’ ὧν τὸ ὁμότιμον τῆς ἀξίας τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα διασημαίνεται, ἀλλ’ ἐκ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντιθέσεως τὸ παρηλλαγμένον τῆς φύσεως συλλογίζεσθαι· τοῦτο γὰρ εἶναι τὴν θείαν φύσιν, ὅπερ σημαίνει τὸ τῆς ἀγεννησίας ὄνομα. Εἰτα πάντων τῶν ἀνθρώπων τῶν γε νοῦν ἔχόντων ἀμήχανον εἶναι λογιζομένων δυνάμει τινὶ ῥημάτων τὴν ἄπραστον φύσιν ἐξαγγελλθῆναι, οὔτε τῆς γνώσεως ἡμῶν τοσοῦτον ἐκτεινομένης, ὡς εἰς τὰ ὑπερεπέκεινα τῶν γιγνωσκομένων φθάνειν, οὔτε τῆς τῶν λόγων ὑπηρεσίας τοσαύτῃ δύναμιν ἐν ἡμῖν κεκληρωμένης, ὡς ἰκανὴν εἶναι τὸ νοηθὲν ἐξαγγελλαι, εἴπερ τι δλως ὑψηλὸν τε καὶ θεῖον ἐπὶ νοῦν ἕλθοι.