Ancient Greek
472.1.15 to 472.1.23
Gregorius Nyssenus Theol., Contra Eunomium 472.1.15-23
Unproofread scanNot analysed yet
Πάλιν οἱ σοφοὶ οὗτοι πολλὴν ἀβελτηρίαν καὶ τῆς λογικῆς ἐπιστήμης ἀπειρίαν τῶν πολλῶν καταψηφίζομενοι, αὐτοὶ τε εἰδέναι διαδεδαιούται ταύτην, καὶ οἷς ἂν ἐθελῶσι δύνασθαι τὴν περὶ τούτων ἐμπειρίαν γνῶσιν, καὶ διὰ τοῦτο λέγουσι μηδὲν ἕτερον εἶναι τὴν θείαν φύσιν, πλὴν τὴν ἀγεννησίαν αὐτὴν· καὶ ταύτην κυριωτάτην καὶ ἀνωτάτην καὶ ἀνωτάτω προσαγορεύουσι, ὅπαν τὸ μεγαλεῖον τῆς θεότητος τῇ φωνῇ ταύτῃ ἐγκατακλείουσι· ὡς ἐκ τοῦτο κατασκευάζεσθαι· εἰ ἡ ἀγεννησία τὸ κυριώτατον τῆς οὐσίας ἐστὶ, καὶ τὰ λοιπὰ τῶν θεοπρεπῶν ὀνομάτων ταύτῃ συνήρτηται. ἡ θεότης, ἡ δύναμις, ἡ ἀφθαρσία, καὶ τὰ ἄλλα πάντα. Εἰ οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἡ ἀγεννησία ἐστὶ, πάντως εἰ τοῦτο μὴ λέγεται, οὐδὲ ἕκεινα ἐστίν. Ὡς γὰρ τὸ λογικόν, καὶ τὸ γελαστικόν, καὶ τὸ ἐπιστήμης δεκτικόν, ἴδιον τοῦ ἀνθρώπου ἐστίν· εἰ δὲ τι μὴ ἐστὶν ἄνθρωπος, οὐδὲ ἐν τοῖς ἰδύμασι πάντως ἕσται τῆς φύσεως, οὕτως εἴπερ ἀγεννησία ἐστιν ἡ ἀληθινὴ θεότης, ψ τὸ ὄνομα τοῦτο μὴ πρόσἐστιν, οὐδὲ ἄλλο τι τῶν τὴν θεότητα χαρακτηριζόντων τοῦτο πάντως ἐφευρεθήσεται. Τὴς οὖν ἀγεννησίας περὶ τὸν Υἱὸν μὴ λεγομένης, οὐ μηδὲ τὰ λοιπὰ πάντα τῶν ὀψηλῶν τε καὶ θεοπρεπῶν ὀνομάτων, ἐπ’ αὐτοῦ