Ancient Greek
473.3
Gregorius Nyssenus Theol., Contra Eunomium 473.3
Unproofread scanNot analysed yet
Καὶ πρὸς δ' ἂν εἴη λοιπὸν καὶ αὐτοὺς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον· Οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ κατανόησιν Θεοῦ οὐσίας· τάχα δὲ μικρὸν ἐστιν ἐπὶ μόνης ἀποφηνάσθαι τούτο τῆς ἀνθρωπίνης δυνάμεως· ἀλλὰ καὶ τὴν ἀσωμάτων κτίσιν ἐλάττονα τις εἴποι, ἥ ὥστε χωρῆσαι καὶ περιλαβεῖν τῇ γνῶσει τὴν ἄσμηστον φύσιν, οὐ τοῦ πάντος ἀμαρτήσει, οἷον ἔστιν ἐπὶ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων ὑπονοεῖν. Ὅτι πολλῶν ὄντων καὶ διαφόρων τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληφότων, τῶν μὲν πτηνῶν, τῶν δὲ χερσαίων, τὸ τε ὑπερνεφὲς ἐν τῇ τῶν πτερῶν δυνάμει γεγόνμενον, καὶ τὸ τοῖς κοιλοῖς καθιδρυμένον καὶ ἐμφυλεῦον. Εἰ μὲν πρὸς ἄλληλα κρίνονται, οὐχ ὀλίγον ἂν ἀφεστάναι δόξῃ τὸ χερσαῖον τὸ ἐναέριον· εἰ δὲ πρὸς τὰ ἄστρα, καὶ τὴν ἀπλανῆ σφαῖραν ἡ σύγκρισις εἴη, οὐδὲν ἔλαττον κεχωρισθαι τοῦ οὐρανοῦ τὸ μεταυροποροῦν διὰ πτήσεως τῶν περὶ γῆν νομισθήσεται ζῴων. Οὕτως καὶ ἡ τῶν ἀγγέλων δύναμις, τῇ μὲν ἡμετέρῳ συγκρινομένη, μάκρολι προέχει δοκεῖ, ὅτι οὐδεμιᾶς αἰσθήσεως ἐνοχλούσης, γυμνῇ τε καὶ ἀπεριχαλύπτῳ τῇ γνωστικῇ δυνάμει· τῶν ὑψηλῶν