Ancient Greek
473.2
Gregorius Nyssenus Theol., Contra Eunomium 473.2
Unproofread scanNot analysed yet
B Διὰ ταῦτα ποικιλίως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρρίγξων τῇ τῶν σοφισμάτων στροφῇ, καὶ διαφόροις τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶν ἐξαπατητῶν, ἐν οἷς φησιν· Οὐκοῦν εἰ μήτε κατ' ἐκνοιαν, μήτε κατὰ στέρεσιν, μήτε ἐν μέρει· ἀμέρης γάρ· μήτε ἐν αὐτῷ ἕτερον ἕτερον, εἰς γὰρ καὶ μόνος ἀγέννητος· αὐτὸς ἂν εἴη οὐσία ἀγέννητος. Συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀνάγκης ἐγγυνομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὕτη ἐστὶ τῆς εἰς τὸν Κύριον ὁμολογίας παραβάσις ἢ περὶ τοῦ μὴ εἶναι αὐτὸν ἀληθῶς Θεὸν συγκατάθεσις· εἰς ὅπερ οἱ τῶν ῥημάτων τούτων ἀκολουθία καταστρέφει τὸ δόγμα. Διὰ τοῦτο τὸ μὲν ὡς μέρος μὴ ἐπιλέγεσθαι τῷ Θεῷ τὴν ἀγεννησίαν οὐκ ἀντιλέγει, ἀπλοῦν τε καὶ ἀποσον καὶ ἀμέγεθες καὶ ἀσύνθετον καὶ αὐτὸς συνομολογεῖν εἶναι τὸ Θεῖον, τὸ C δὲ κατ' ἐπίνοιαν μὴ δεῖν ἐπ' αὐτοῦ τὴν ἐπωνυμίαν λέγεσθαι ταύτην, καὶ ἀντιλέγει καὶ ἀποδεικνύσιν· οἷς οὐκ ἐμμένων ὁ λογογράφος, πάλιν ἡμῖν τὴν περ' ἑαυτοῦ σοφίαν ἀντικαθίστησιν ἐν τῷ δευτέρῳ τῶν λόγων, τοῖς περὶ τῆς ἐπινοίας ὀρθείσιν ἀντιμαχώμενος.