Ancient Greek
474.1.19 to 474.1.25
Gregorius Nyssenus Theol., Contra Eunomium 474.1.19-25
Unproofread scanNot analysed yet
φωστήρων τε διαφορὰς κατὰ τε τὰ μεγέθη καὶ τὰς αὐγῶν . διότητας, ἐπιτολὰς τε καὶ δύσεις κατὰ τὴν ἐγκύκλιον τοῦ ἔτους περίοδον ἐπὶ τῶν αὐτῶν ἀεὶ καιρῶν γινομένας ἀπαραβάτως· συνόδους τε τῶν πλανωμένων, καὶ ὑποδρομὰς τῶν ὑποδεδηκότων, καὶ ἐκλείψεις τῶν ὑπερχμένων, καὶ γῆς ἀποσκιάσεις, καὶ ἀποκαταστάσεις τῶν ἐκλειπόντων, τὴν τε πολυειδὴ τῆς σελήνης ἀλλοίωσιν, καὶ τοῦ ἡλίου τὴν ἐπὶ τοῦ μέσου τῶν πόλων κίνησιν, ὡς ἀνάπλους δὴ τοῦ ἰδίου φωτὸς καὶ ταῖς ἀκτίσιν ἐν κύκλῳ καταστεφῆς. πάντα τε τῇ φωτιστικῇ δυνάμει περιπτυσσόμενος, ἐστιν ὅτε καὶ αὐτὸς ἐκλείπει τοῦ σελήνιας σώματος, ὡς φασιν, ἐμπροσθόδεντος. Καὶ ὡς κατὰ τὸ βούλημα τοῦ διατάξαντος ἀεὶ τὸν ἴδιον δρόμον ἄνωψ, περιπορεύεται διὰ τῆς τεταγμένης προόδου καὶ ὑποβάσεως, τὰς τέσσαρας τοῦ ἔτους ὥρας ἐν ἑαυτὰς ἀναλύσων. Ταῦτα ὁρῶντες, εἶναι μὲν τὰ φαινόμενα δι' ὧν ὁρῶμεν οὐκ ἀμφιβάλλομεν· οὐσίαν δὲ λόγῳν ἑκάστου τοσοῦτον τῶν δυντων ἀπέχομεν κατανοῆσαι, ὅσον εἰ μὴ τὴν ἀρχὴν τῇ αἰσθήσει τὸ φανὲν ἐγνώρισμεν. Οὕτω καὶ τὸν ποιητὴν τοῦ κόσμου, ὅτι μὲν ἐστιν οἴδαμεν, τὸν δὲ τῆς οὐσίας λόγον ἀγνοεῖν οὐκ ἀρνοῦμεθα.