Ancient Greek
475.1 to 475.37
Gregorius Nyssenus Theol., Contra Eunomium 475.1-37
Unproofread scanNot analysed yet
Οι δὲ γινώσκειν ταῦτα κομπάζοντες, πρότερον περὶ τῶν ἐπιδεδηκότων εἰπάτωσαν· Τί τὸ οὐράνιον ὄντα; σῶμα; τίνα τὴν κυκλοφοροῦσαν διὰ παντὸς μηχανήν, ἐν τινὶ δὲ τὴν κίνησιν γίνεσθαι; ὅπερ γὰρ ἂν τις τῇ διανοίᾳ λογίσηται, πάντως εἰς τὸ ἀμήχανόν τε καὶ ἀκατάληπτον ὁ λογισμὸς προὐὼν καταλήξει. Ἐπεὶ γὰρ ἕτερον ὁμοιοσχημάτιστον σῶμα λέγοιτο τις ἐν τύπῳ περιηρμοσμένον περιχράτειν τὴν φοράν, ὡς δὲ τὸν δρόμον καμπτόμενον ὁμοιτρόπως περὶ ἑαυτὸν ἀνεῖλίσσεσθαι, τῇ ἀνάγκῃ τοῦ περιέχοντος ἐξενεχθήναι πρὸς τὸ εὐθὺ κυλινδεῖσθαι· πῶς ἔρει διαμένειν ταῦτα τὰ σώματα, διὰ τῆς θιγμενικῆς τριβῆς ἐν ἀλλήλοις οὐ δαπανώμενα; Πῶς δὲ καὶ ἐνεργεῖται ἡ κίνησις, δύο σωμάτων ὁμοφυῶν πρὸς τύπον ἀλλήλοις ἐναρμοστωμένων, ὅταν τὸ ἕτερον ἀκίνητον μένῃ. Τῇ γὰρ ἀκινήσει τοῦ περιεδραγμένου τὸ ἐντὸς διασφρη- γόμενον ἀδυνατήσει πάντως πρὸς τὴν ἰδίαν ἐνέργειαν. Τί δὲ καὶ τὸ ἐδράγιον τοῦ περιέχοντος ἐκείνου τὴν παιγίστην; ὥστε διαμένειν ἀσειστον ὑπὸ τοῦ ἐνηρμοσμένου κινήσεως μὴ τινασσόμενον; Εἰ δὲ κάκεινον κατὰ τὴν πολυπραγμοσύνην τῆς διανοίας εἶναι τις ἔδρα ὑπολείψειν ἢ συντηροῦσα ἐν τῷ παρῃν τὴν στάσιν, πάντως προὐὼν κατὰ τὸ ἀκόλουθον ὁ λόγος, κάκεινης πολυπραγμονήσει βάσιν τῆς βάσεως, καὶ ταύτης ἄλλην, καὶ τῆς ἐφεξῆς ἑτέραν. Καὶ οὕτω διὰ τῶν ὁμοίων ἡ ἐξέτασις ἀνούσια, πρὸς τὸ ἄπειρον ἐνεχθήσεται, καὶ εἰς ἀπορον καταλήξει, τοῦ κατὰ τὸ ἔσχατον εἰς τὴν τοῦ παντὸς σύστασιν ὑποβεβλημένου σώματος, τὸ ἑπόμενον τούτων πάλιν κατεξετάζουσα, ὡς μηδαμῶ στήναι τὸν λόγον τοῦ ἀεὶ περιέχοντος τὴν περιβολὴν ζητοῦντα. Ἄλλα τοῦτο μὲν, οὔχι· κενὸν δὲ τι κατὰ τὴν ματαιὰν τῶν ταῦτα περι- λοσφητότων ὑπόνοιαν τοῖς οὐρανίοις περιέχεσται νῦν· καὶ τοῦτῳ ἐνολισθαίνουσα τοῦ παντὸς ἡ δινησις, πρὸς ἑαυτὴν ἀναστρέφει, μηδεμίαν ἐκ στερεοῦ τινος ἀντιτυπίαν εὑρίσκουσα, τὴν δυναμένην ἐξ ἀντιδράσεως στήσαι, καὶ ἀναχόφαι προιοῦσαν ἐν κύκλῳ τὴν κίνησιν. Τί τοίνυν ἐστὶ τὸ κενὸν ἐκεῖνο, ὃ μήτε σῶμα, φασί, μήτε νόημα; Καὶ μέχρι τινὸς ἵστάμενον;