Ancient Greek
475.40 to 475.52
Gregorius Nyssenus Theol., Contra Eunomium 475.40-52
Unproofread scanNot analysed yet
Καὶ τί τὸ διαδεχόμενον; Τίς δὲ τοῦ ναστοῦ καὶ ἀντιτύπου ἢ πρὸς τὸ κενὸν καὶ ἀνυπόστατον ἐκεῖνο συγγένεια; Τί τὸ μεσσίον τοῖς παρηλλαγμένοις τῇ φύσει; Πῶς δὲ διὰ τῶν ἑτεροφυῶν ἡ τοσαύτη τοῦ παντὸς εὐαρμοστία συνίσταται; Τί δ’ ἂν τις εἴποι τὸν οὐρανὸν αὐτὸν εἶναι; μέγμα τι τῶν περιεχομένων στοιχείων, ἢ ἕν ἐξ ἀπάντων, ἢ ἄλλο τι περὶ ταῦτα; Τί δὲ τοὺς ἀστέρας αὐτούς; Πόθεν δὲ αὐτοῖς τὴν αὐγὴν ἀποστίλβειν; Τί οὖσαν, καὶ ὅπως συνστα- μένην· τῆς δὲ διαφορᾶς αὐτῶν κατὰ τε τὸ κάλλος καὶ μέγεθος, ποία τις; Τοὺς δὲ ἔνδὸς ἐπὶ κύκλῳ τὴν ἐναντίαν τῷ παντὶ κίνησιν περιεχομένους, τί εἶναι, ἢ ὑπὸ ποίας ἀνάγκης ἐλαύνεσθαι; Τὸ δὲ ἄωλον ἐκεῖνο καὶ αἰθέριον πῦρ, καὶ ὁ ἔγκυκλος μὲν διὰ μέσου ἀήρ, οὗν τι διατετέχθαι τῶν ἐγκυκλίων τῆς θερμαντικῆς