Ancient Greek
479.1
Gregorius Nyssenus Theol., Contra Eunomium 479.1
Unproofread scanNot analysed yet
Οὐκοῦν μαθόντες ὅσον τῆς φύσεως τὸ διαλλάττειν ἐστὶ, τοῖς ἰδίοις ὅροις δι’ ἡσυχίας ἐμμένωμεν. Ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένου τὸ μεγαλοπρεπὲς εἶναι τοῦ Θεοῦ πιστεύειν, ἢ τισιν ὑπονοίαις τὴν δόξαν αὐτοῦ περιγράφαντας, μηδὲν ὑπὲρ ἐκεῖνο οἴεσθαι. Καὶ ἅλιως οὐδ’ ἂν τὴς ἀσφαλὲς εἶναι φήσεις, ἀπολυμπρησόντων ἐξ τῆν θεῖαν οὐσίαν ὡς ἀτόρητον καὶ ἀνέπαρτον ἀνθρωπίνοις λογισμοῖς. Τὸ μὲν γὰρ τῶν ἀδήλων κατασκοπάζεσθαι, καὶ τινὰ τῶν ἀποκρύφων γνώμην ἐξ ἐπιστάσεως ἀνθρωπίνων λογισμῶν ἐρευνᾶσθαι, πᾶρόδον καὶ ἀκολουθίαν καὶ ταῖς διεψευσμέναις τῶν ὑπολήψεων δίδωσιν. Διότι τῶν ἀγνοουμένων δ’ ἐστοχασάμενος, οὐ μόνον τὸ ἀληθὲς, ἀλλὰ καὶ αὐτὸ πολλάκις τὸ ψεῦδος, ὡς ἀληθὲς ὑπολήφεται. Ὁ δὲ τῶν Εὐαγγελίων καὶ τῆς προφητείας μαθητής, ὅτι μὲν ἔστιν ὁ ὤν, ἐξ ὧν ἀκήκοε τε τῶν ἁγίων, καὶ διὰ τῆς τῶν φαινομένων εὐαρμονίας, καὶ τῶν τῆς Προνοίας ἔργων πιστεύει. Τί δὲ καὶ ὅπως ἔστιν, ὡς ἀνωφελὲς ἅμα καὶ ἀνόητον οὐκ ἐξετάζων, οὐδὲμὶν δώσει τῷ ψεύδει κατὰ τῆς ἀληθείας τὴν εἴσοδον. Ἐν μὲν γὰρ τῷ πολυπραγμονεῖν καὶ παραλογιστῶς χῶραν εὕρισκε· πάσης δὲ πολυπραγμοσύνης ἀργοῦσης, συναποκρύπτεται πάντων καὶ ἡ τοῦ διαμαρτεῖν ἀνάγκη. Καὶ ὅτι ἀληθὴς ὁ λόγος πᾶρεστιν ἐκ’ τούτου μαθεῖν, πῶς αἱ τῶν Ἐκκλησιῶν αἱρέσεις εἰς ποικίλας καὶ διαφόρους τὰς περὶ τοῦ Θεοῦ ὑπολήψεις ἀπεπλανήθησαν, ἄλλου κατ’ ἄλλην τινὰ τῆς διανοίας κίνυσιν ἐαυτὸν ἀπατήσαντος. Πῶς αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος περὶ τὸ βάραθρον τοῦτο τῆς ἀσεβείας κατέλιθον. Ἄρ’ οὐχὶ πᾶσιν ἀσφαλέστερον ἂν κατὰ τὴν συμβουλήν τῆς Σοφίας μὴ ζητεῖν τὰ βαθύτερα; Ἄλλὰ δι’ ἡσυχίας τὴν ἀπλὴν τῆς πίστεως παρακαταθήκην ἄσυλον ἑαυτοῖς ἀσφαλίζειν; Ἄλλ’ ἐπεὶ ὅλιως ἀρχὴν ἔλαβεν ἡ τῶν ἀνθρώπων οὐδενεία, τοῖς ἀπερινοήτοις ἐμβατεύειν εἰκῇ, καὶ δόγμασι κρατοῦναι τὰ τῆς ματαίας οἴησεως αὐτῶν παραυρήματα· ἐντεῦθεν ὁ πολύς κατάλογος τῶν τῇ ἀληθείᾳ προσπολεμουμένων, καὶ αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστιν, οἱ δογματισταὶ τῆς ἀπάτης ἀναπεφύνασιν, οἱ εἰς περιγραφὴν τινὰ τὸ Θεῖον ἄγοντες, μονοῦχὶ φανερῶς εἰδωλοποιοῦντες ἑαυτῶν τὴν ὑπόνοιαν, ἐν τῷ τὴν ἐμφανουμένην τῇ ἀτεχνότητι διάνοιαν ταύτην θεοποιεῖν, ὡς οὐχὶ κατὰ τινὰ λόγον ἐπιθεωρουμένην τῇ θείᾳ φύσει, ἀλλ’ αὐτὴν οὐσίαν D Θεόν, ἢ οὐσίαν Θεοῦ. Καίτοι γε ἴσως ἔχρην πρὸς τὸν τῶν ἁγίων χορὸν ἀποβλέποντας, τοὺς προφήτας λέγω καὶ πατριάρχας, οἷς πολυμερῶς καὶ πολυτρόπως ὁ τῆς ἀληθείας ἐνεφύλαξεν λόγος· καὶ μετὰ ταῦτα τοὺς αὐτόπτας τε καὶ ὑπηρέτας γενομένους τοῦ λόγου, καὶ δυσωπηθῆναι μὲν τὴν ἀξιοπιστίαν τῶν ὑπ’ αὐτοῦ μαρτυρηθέντων τοῦ Πνεύματος, ἐμμένειν δὲ τοῖς ὅροις τῆς ἐκείνων διδασκαλίας καὶ γνώσεως, καὶ μὴ ἐπατολᾶν τούτοις ὧν ἡ τῶν ἁγίων κατάληψις οὐκ ἔφησεν. Ἐκεῖνοι γὰρ ἀγνοούμενον τότε τῇ ἀνθρωπίνῃ ζωῇ τὸν Θεὸν διὰ τὴν ἐπικρατοῦσαν τότε περὶ τὰ εἴδωλα πλάνην ἐμφανῆ καὶ γνώριμον τοῖς ἀνθρώποις ποιούντες ἐκ τα τῶν θαυμάτων ὧς τοῖς παρ’ αὐτοῦ γεγεννημένοις ἐμφαίνεται, καὶ ἐκ τῶν ὀνομάτων δι’ ὧν τὸ ποικίλον τῆς θείας δυνάμεως κατανοοῖ-