Ancient Greek
480.1
Gregorius Nyssenus Theol., Contra Eunomium 480.1
Unproofread scanNot analysed yet
ται, πρὸς τὴν σύνσιν τῆς θείας φύσεως χειραγωγοῦσι, τὴν μεγαλοπρέπειαν μόνην τῶν περὶ τὸν Θεὸν θεωρουμένων τοῖς ἀνθρώποις γνωρίζοντες: τὸν δὲ τῆς οὐσίας λόγον, ὡς οὔτε δυνατὸν χωρηθῆναι, οὔτε τι φέροντα τοῖς πολυπραγμονοῦσι τὸ κέρδος, ἀρρήτον ἀφήκαν καὶ ἀνεξέταστον. Καὶ γὰρ καὶ τὰλλα πάντα ὅτι μὲν γέγονε διεγήσαντο, οὐράνον, γῆν, θάλασσαν, χρόνους, αἰῶνας καὶ τὴν ἐν τούτοις κτίσιν: ὅτι δὲ τούτων ἕκαστον, καὶ ὅπως, καὶ ὅθεν, ἀπεσιώπησαν: οὕτω καὶ περὶ Θεοῦ, ὅτι μὲν ἐστὶ, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθοποδότης γίνεται, συμβουλεύουσι πειθεσθαι: τὴν δὲ φύσιν αὐτὴν ὡς ὑπὲρ πᾶν οὖσαν ὄνομα, οὔτε ὀνόμασαν, οὔτε ἐμέλησαν. Εἰ γὰρ τι πρὸς δήλωσιν τῆς θείας κατανοήσεως μεμαθηκὼμεν ὄνομα, πάντα ταῦτα κοινωνίαν ἔχει καὶ ἀναλογίαν πρὸς τὰ τοιαῦτα τῶν ὀνομάτων, &τοῦ τινος ἀνθρώπου τὴν ἰδιότητα δείκνυσιν. Ἵς γὰρ οἱ τὸν ἀγνοούμενον διὰ τινων γνωρισμάτων δηλοῦντες, εὐπρεπὲς αὐτὸν, ἂν εὐ-ω τῦχη, καὶ τῶν εὐγεγονότων λέγουσιν εἶναι, καὶ λαμπρὸν ἐν πλοῦτῳ καὶ ἐν δόξῃ περιδέεπτον, ἀνδριόντά τε τῇ ὥρᾳ, καὶ ἐπὶ τόσον διανεστώτα τῷ σώματι, καὶ τὰ τοιαῦτα λέγοντες, οὐ τὴν φύσιν τοῦ δηλουμένου, ἀλλὰ τινὰ γνωρίσματα τῶν περὶ αὐτὸν γνωσκομένων δηλοῦσαν. Οὔτε γὰρ τὸ εὐγενὲς, οὔτε τὸ πολυχρήματον, οὔτε τὸ περιφανὲς τοῦ ἀνθρώπου ἐστιν, οὔτε τὸ κατὰ τὴν ὥραν περιδέεπτον ὁ ἄνθρωπός ἐστιν, ἀλλ' ἕκαστον τούτων περὶ τὸν τινὰ θεωρεῖται: οὕτως καὶ πᾶσαι φωναὶ τῆς ἁγίας Γραφῆς εἰς δοξολογίαν δεῖαν ἐξευρήμεναι, τῶν περὶ τὸν Θεὸν τι δηλουμένων ἀποσπαινοῦσιν, ἰδίαν ἔμφασιν ἑκάστη παρεχομένη δι' ἣν ἢ τὸ δυνατόν, ἢ τὸ τοῦ χειρόνος ἀνεπίδεκτον, ἢ τὸ μὴ ἐξ αιτίας εἶναι, ἢ τὸ μὴ εἰς παργραφὴν τέλους ἔρχεσθαι, ἢ τὸ κατὰ πάντων ἔχειν τὸ κράτος, ἢ ὅλως τι τῶν περὶ αὐτὸν, διδασχόμεθα: αὐτὴν δὲ τὴν οὐσίαν ὡς οὔτε διανοίᾳ τινὶ χωρητὴν, οὔτε λόγῳ φραττήν, ἀπολυπραγματόντων εἶναε, σιωπὴ τιμᾶσθαι νομοθετήσασα, ἐν τῷ κωλύειν τῶν βαθυτέρων τὴν ζήτησιν, καὶ ἐν τῷ λέγειν μὴ δεῖν ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου Θεοῦ.