Ancient Greek
482.2
Gregorius Nyssenus Theol., Contra Eunomium 482.2
Unproofread scanNot analysed yet
Διὰ τοῦτο ὡς περὶ περιττὸν τι καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ Γραφὴ παρήξεν. Καὶ μοι δοκεῖ ὅτι ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῆς μεγαλοφωνίας τῶν κατ’ αὐτὸν δογμάτων ὑπερηξίας τὰ προλαβόντα κηρύγματα, τοῦτο νοήσας ἐπὶ τέλει τῆς εὐαγγελικῆς ἱστορίας, εἶπεν· ὅτι Πολλὰ ἐστι τὰ ὑπὸ τοῦ Κυρίου τετετελημένα, ὅτινα, φησίν, ἐὰν γράφεται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γεγραμμένα βιβλία. Οὐ πάντα ταῦτα λέγων κατὰ τὰς ἰάσεις θαύματα, τούτων γὰρ οὐδὲν ἀφήκεν ἀμνημόνευτον ἡ ἱστορία· εἰ καὶ μὴ ἐπ’ ὀνόματος πάντων τῶν τεθεραπευμένων τὴν μνήμην πεποίηται. Ὅταν γὰρ λέγῃ νεκροὺς ἐγείρεσθαι, τυφλοὺς ἀναβλέπειν, χωροὺς ἀχοῦν, χωλοὺς περιπατεῖν, καὶ πάλιν ἰάσασθαι πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, οὐδὲν διὰ τούτων ἀνιστόρητον τῶν θαυμάτων ἀπέλιπε, ταῖς καθολικαῖς ἐννοίαις ἐμπεριλαβὼν τὰ καθ’ ἕκαστον. Ἄλλ’ ἐκεῖνο τάχα τῷ βίβλῳ τῆς γνώσεως ὁ εὐαγγελιστὴς λέγει, ὅτι τὸ με-