Ancient Greek
483.1
Gregorius Nyssenus Theol., Contra Eunomium 483.1
Unproofread scanNot analysed yet
A γαλεῖν τοῦ Υἱοῦ τοῦ Θεοῦ; οὐκ ἐκ τῶν διὰ σαρκὸς θαυμάτων ποιηθέντων μόνον γινώσκειν χρή· μικρὰ γὰρ ταῦτα ὡς πρὸς τὴν λοιπὴν μεγαλοσφρίαν ἐξεταζόμενα. Σὺ δὲ ἀναβλέψον εἰς τὸν οὐρανόν, ἴδε τὰ ἐν αὐτῷ κάλλη, μετένεγκε τὴν διάνοιαν ἐπὶ τὸ πλάτος τῆς γῆς, ἐπὶ τὰ βάθη τοῦ ὕδατος, πάντα τὸν κόσμον τῇ διανοίᾳ λαβὼν, καὶ τὴν ὑπερχόσμιον φύσιν τῷ λογισμῷ κατανοήσας, ταῦτα γνώθι τὰ ληθινὰ τοῦ σοῦ διὰ σαρκὸς ἐπιδημήσαντος Ἐργά. Ἄντι, φησίν, ἄν καθ' ἕκαστον γράφηται, τὸ τί καὶ ὅπως, καὶ ὅθεν, καὶ πόσον, ὑπὲρ τὸ χωρῆμα τοῦ κόσμου τῆς περὶ αὐτοῦ τοῦ κόσμου διδασκαλίας ἔσται τὸ πλήθος. Ἐπεὶ γὰρ τὰ πάντα ὁ Θεὸς ἐν σοφίᾳ ἐποίησεν, ὅρον δὲ ἡ τοῦ Θεοῦ σοφία οὐκ ἔχει, Τῆς γὰρ συνθέσεως αὐτοῦ, φησίν, οὐκ ἔστιν ἀριθμός· οἱ τοῖς ἰδίοις μέτροις πεπερασμένος κόσμος οὐ χωρεῖ ἐν ἑαυτῷ τῆς ἀορίστου σοφίας τὸν λόγον. Εἰ οὖν ὁ κόσμος ὅλος ἐλάττων ἐστίν, ἢ ὥστε τὴν διδασκαλίαν τῶν ἔργων τοῦ Κυρίου χωρήσαι, πόσοι κόσμοι χωρεῖσονται τὴν περὶ τοῦ Θεοῦ τῶν ὅλων διήγησιν; Τάχα γὰρ οὐδὲ ἡ βλάσφημος ἀρνήσεται γλῶσσα, τὸ ἀπειροπλάσιον εἶναι τὸν πωλητὴν τῶν πάντων, τῶν μόνω θελήματι παραχθέντων εἰς γένεσιν. Εἰ οὖν ἡ κτίσις πᾶσα τοῦ περὶ αὐτῆς λόγου ἐστὶν ἀχώρητος· τοῦτο γὰρ ὁ μέγας Ἰωάννης μαρτυρεῖ κατὰ γε τὸν ἡμέτερον λόγον· πῶς δὲ ἀνθρωπίνη βραχύτης ὅλον τὸν περὶ τοῦ Δεσπότου τῆς κτίσεως χωρήσει λόγον; Εἰπάτωσιν οἱ τὰ μεγάλα φθεγγόμενοι, τί ἐστιν ἄνθρωπος, συγκρισει τοῦ παντὸς θεωρούμενος; Ποῖον γεωμετρικὸν σημεῖον οὕτως ἀμερές; Τί τῶν Ἐπικούρειων ἀτόμων οὕτω τῇ ματαιότητι τῶν ταῦτα θεωρούντων ἀπολεπτύνεται, καὶ ἔγγις τοῦ μὴ ὄντος γίνεται, ὡς ἀνθρωπίνη βραχύτης ἀντ' οὐδενὸς ἐστὶ πρὸς τὸ πᾶν κρινομένη, καθὼς φησι καὶ ὁ μέγας Δαβὶδ, καλῶς ἐπισκεψάμενος τὸν βραχύτην τῆς σαθένης, ὅτι Ἡ ὑπόστασις μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου. Οὐ πανταλῶς εἶναι λέγων οὐδέν, ἀλλ' ὁμοιον τῷ μηδὲν, τὸ καθ' ὑπερβολὴν πᾶσαν βραχύ τῇ πρὸς τὸ ἀνύπαρκτον συγκρίσει διασημαίνων.