Ancient Greek
486.1
Gregorius Nyssenus Theol., Contra Eunomium 486.1
Unproofread scanNot analysed yet
παντὶ δὲ νοούμενῳ ἀγαθῷ. Πάντες τὶ τοιούτον ἐστιν A οἷον λέγω τε ἀόρητον εἶναι, καὶ λογισμοῖς ἀνεπίβατον δὲ ὄντα. Τοῖυν πᾶσας μὲν τὰς ἀπρεπεῖς ἔννοιας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθῆραντος· πᾶν δὲ ὅσον εὐφημόν τε καὶ θεοπρεπὲς περὶ αὐτὴν νοεῖν συμβουλεύσαντος καὶ διδάξαντος, ὡς οὔτε τὶ τῶν φθαρτῶν, οὔτε τῶν διὰ γενέσεως εἰς τὸ εἶναι παραγενομένων, τὸ πρῶτον αἴτιόν ἐστιν· ἀλλὰ πάσης τοιαύτης ὑπονοίας ἔξω νοεῖται. Ἐκ δὲ τῆς ἀρνήσεως τῶν μὴ προσόντων καὶ ἐκ τῆς ὁμολογίας τῶν εὐσεβῶς περὶ αὐτοῦ νοουμένων, ὅτι ἐστι, καταλαμβάνεται.