Ancient Greek
485.1
Gregorius Nyssenus Theol., Contra Eunomium 485.1
Unproofread scanNot analysed yet
Ἄμασις καὶ πάντων ἀρχὴν λέγοντες τὸν Θεόν, καὶ πάλιν ἀναρχον ὀνομάζοντες, οὐδὲν κατὰ τὰς ἐννοίας μαχόμεθα, καθ’ ἕκατερον τῶν λεγομένων ἀρχηγὸν καὶ αἴτιον εἶναι τοῦ παντὸς ἀποφαίνοντες. Ὅτε γὰρ ἀναρχον ἐπώμεν, χὰν τοῦ παντὸς ἀρχηγέτην, τῷ μὲν τὸ προσόν, τῷ δευτέρῳ δὲ τὸ μὴ προσὸν παρ-εστήσαμεν. Δυνατοῦ ὄντος, καθὼς εἴρηται, διὰ τῶν τῶν σημααινόντων ὑπαλλαγῆς, μεταλλάδει πρὸς τὸ ἐναντίον τὰς τῶν ὀνομάτων ἐμφάσεις, καὶ τῷ νῦν ἀπεμφαίνοντι τῶς ὀνόματι διὰ τινος μετασχηματισμοῦ τὸ προσὸν γνωρισθῆναι· καὶ τῷ ἑτέρῳ τὸ ἕτερον. Ἔξεστι γὰρ ἀντὶ τοῦ ἀρχὴν αὐτὸν μὴ ἔχειν εἰπεῖν, τὸ ἀρχὴν αὐτὸν τοῦ παντὸς εἶναι δηλοῦσθαι, καὶ ἀντὶ τοῦτο πάλιν, τὸ μόνον αὐτὸν ἀγεννήτως ὁμολογεῖν ὑφεστάναι. Ὥστε τὰ μὲν ῥήματα δοκεῖν τῇ τοῦ σχήματος ἐξαλλαγῇ διαφόρως ἔχειν πρὸς ἀλλήλα, τὸν δὲ νοῦν ἐν τοῖς λεγομένοις ἕνα καὶ τὴν αὐτὴν διαμένειν. Τὸ γὰρ σπουδαζόμενον ἐν τοῖς περὶ Θεοῦ λόγοις ἐστιν, οὐχὶ ῥημάτων εὐφωνίαν ἐπυροῦντόν τε καὶ ἐναρμόνιον ἐπισκοπεῖν· ἀλλ’ εὐσεβὴ διάνοιαν ἐξευρεῖν δι’ ἧς τὸ πρὸς τὸν Θεὸν φρόνημα τῇ περὶ Θεοῦ φυλαχθήσεται. Ἐπειδή τοίνυν εὐσεβὲς λογίζεσθαι τὸν τοῦ παντὸς αἴτιον, αὐτὸν αἰτίαν μὴ ἔχειν ὑπαρχει-μένην· ταύτης ἡμῖν τῆς διανοίας ἐπηρεσμένης, τίς ἐστὶ περὶ τὰ ῥήματα τοῖς νοῦν ἔχουσι ὑπολείπεται μάχη; Πάσης φωνῆς, καθ’ ἣν τὸ τοιοῦτον ἐξαγγέλλεται νόημα, τὸ αὐτὸ παριστούσης. Εἰτε γὰρ ἀρχὴν αὐτὸν καὶ αἴτιον τοῦ παντὸς εἶναι λέγεις, εἰτε ἀναρχον αὐτὸν ὀνομάζεις, εἰτε ἀγεννήτως εἶναι, εἰτε ἐξ αἰδίου ὑφεστάναι, εἰτε τοῦ παντὸς αἴτιον, εἰτε ἐξ οὐδενὸς αἰτίου μόνον, πάντα τὰ τοιαῦτα ἰσοστάδια πως ἀλλήλοις ἐστὶ κατὰ τὴν δύναμιν τῶν σημααινόντων, καὶ ὁμοίως ἔχει τὰ ῥήματα. Καὶ μάταιος ὁ ζυγ-μαχῶν περὶ τὸν τοιούδε τῆς φωνῆς ἦχον, ὡς οὐχὶ τῇ διανοίᾳ, ταῖς δὲ συλλαβαῖς καὶ τοῖς φθόγγοις ἔχαι-μένης τῆς εὐσεβείας· ταύτης τοίνυν τῆς ἐννοίας παρὰ τοῦ διδασκάλου διηρθρωμένης, δι’ ἧς ἐστι τοὺς μὴ κεκαλυμμένους τῷ αἱρετικῷ προχάλυμματι σαφῶς διῆδεῖν, ὅτι τὸ Θεῖον ὅπως ἂν κατὰ τὴν φύσιν ἔχῃ, ἀνέπαφόν τε καὶ ἀκατανόητον, καὶ πάσης ἀντιλήψεως τῆς ἐκ τῶν λογισμῶν ὑψηλότερον· ἡ δὲ ἀνθρωπίνη διάνοια πολυπραγμονοῦσα καὶ διερευνομένη δι’ ὧν ἂν ἡ δυνατὰ λογισμῶν, ἐπορέγεται καὶ ὀγγίζει τῆς ἀπροσεπλάστου καὶ ὑψηλῆς φύσεως· οὔτε τοσοῦτον δέωποῦσα, ὡς ἐναργῶς ἰδεῖν τὸ ἀόρατον, οὔτε καθάπαξ ἀπεσχηγμένη τῆς προσεγγίσεως, ὡς μηδεμιαν δύνασθαι τοῦ ζητουμένου λαβεῖν εἰκασίαν. Ἄλλὰ τὸ μὲν τι τοῦ ζητουμένου διὰ τῆς τῶν λογισμῶν ἐπαφῆς ἐστοχάσατο, τὸ δὲ, αὐτὸ τῷ μὴ δύνασθαι διδεῖν τρέψαν τινὰ κατενέσθεν, οἷον τινὰ γνώσιν ἐναργῆ τὸ ὑπὲρ πᾶσαν γνῶσιν τὸ ζητούμενον εἶναι ποιησάμενη. Τὰ τε γὰρ ἀπεμαρμένα περὶ τὴν θεῖαν φύσιν ἐνέσθεν, καὶ ὅσα πρέπει περὶ αὐτὴν ὑπονοεῖν οὐχ ἐνόησεν· οὐ μὴν αὐτὴν ἐκεῖνην ἥτις ἐστὶ περὶ ἣν ταῦτα λογίζεται, καθεῖδεν τὴν ὀνθὴν, ἀλλ’ ἐκ τῶν προσόντων τε καὶ μὴ προσόντων γνώσεως εἶδεν, ὅ μόνον ὀρθῶναι δυνατὸν ἐστιν. Ὅτι τὸ παντὸς μὲν κακοῦ πόρρωθεν ἰδρυμένον, ἐν