Ancient Greek
490.2
Gregorius Nyssenus Theol., Contra Eunomium 490.2
Unproofread scanNot analysed yet
Ἦν, φησίν, ὁ Θεός, ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. Τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνοῦμεθα. Πᾶν γὰρ διπέρ ἐστι περὶ τὸν Θεὸν νοοῦμεν, τοῦτο πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν. Ἄλλ’ ὁνομάζεσθαι τοῦτόν φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα. Εἰ γὰρ διὰ τοῦτο χρῶμεθα τοῖς ὀνόμασιν, ὥστε διδασκάλων ἡμῖν ἐκτεῖναι τὸν πράγματι γίνεσθαι· μόνον δὲ τὸ ἀγνοοῦν ἐπιδεῖξ ἐστι τοῦ διδάσκοντος, ἡ δὲ θεία φύσις διὰ τὸ πᾶσαν ἐπαιρεῖληφέναι τὴν γνῶσιν, κρείττων πάσης διδασκαλίας ἐστὶ· δεῖκνυται δὲ διὰ τούτων ὅτι οὐ τοῦ Θεοῦ χάριν, ἀλλ’ ἡμῶν ἐνεκεν τὰ ὀνόματα πρὸς δήλωσιν τοῦ ὄντος ἐπινενόηται. Οὐ γὰρ ὅπως ἂν ἐκεῖνος ἑαυτὸν μάθῃ, οἱ τῆς ἀγεννησίας ὄνομα τῇ φύσει ἐφηρμόσεν. Ὁ γὰρ εἰδὼς τὰ πάντα, καὶ ἑαυτὸν πρὸ πάντων, συλλαβῶν καὶ ῥημάτων πρὸς τὸ μαθεῖν ὅς ἔχει φύσεως καὶ ἀξίας, οὐ δεῖται. Ἄλλ’ ὅπως ἡμεῖς τινὰ τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων καταλήψιν σχοίμεν, ῥήμασι τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷον τινὰ σήμαντρα καὶ χαρακτήρας τὰς διὰ τῶν λόγων τυπώσεις τοῖς τῆς διανοίας κινήμασιν ἐπιγράψαντες. Ὦστε τῶν ἐπιγινωσκόνων τῇ ψυχῇ κινημάτων τρανὴν καὶ ἀσύγχυτον ποιεῖσθαι τὴν δήλωσιν, διὰ τῶν ἐφηρμοσμένων τοῖς νοήμασι φθόγγων. Τί τοίνυν ἐλέγχει τὸν ἡμέτερον λόγον, καθ’ ὃν φαμεν ἐπινενόησθαι τὸ τῆς ἀγεννησίας ὄνομα πρὸς ἔνδειξιν τοῦ ἀναρχον τὸν Θεὸν ὑφεστάναι, τῷ λέγειν ὅτι ὁ Θεὸς καὶ λαλούντων καὶ σιωπῶντων καὶ διανοουμένων, καὶ πρὸ τῆς τῶν γενομένων ἐπινοίας ἦν τε καὶ ἐστιν ἀγέννητος. Εἰ μὲν γὰρ τις ἦν ὁ κατασκευεύων μὴ πρότερον αὐτὸν ἀγέννητον εἶναι, πρὶν ἢ παρ’ ἡμῶν ἐξευρεθῆναι τὸ ὄνομα, συγγνωστὸς ἂν ἦν πρὸς τὴν τοιαύτην ἀτοπίαν ἐκεῖνος γράφων. Εἰ δὲ τὸ προὑφεστάναι καὶ τοῦ λόγου καὶ διανοίας αὐτὸν παρὰ πάντων ὁμολογεῖται, ἡ δὲ τοῦ ὀνόματος θέσις καθ’ ἣν ὁ νοῦς ἐξαγγέλλεται, δι’ ἐπινοίας παρ’ ἡμῶν εὕρησθαι λέγεται· ὁ δὲ σκοπὸς αὐτῇ τῆς πρὸς ἡμᾶς ἐστι μάχης, τὸ δεῖξαι μὴ παρὰ ἀνθρώπων ἐπινενόησθαι τὸ ὄνομα, ἀλλ’ εἶναι τοῦτο καὶ πρὸ τῆς ἡμετέρας συστάσεως, οὐκ οἷδα παρὰ τίνος λεγόμενον, τὸ κοινὸν ἔχει πρὸς τὴν προκειμένην αὐτῷ σπουδήν, τὸ πρὸ τῶν ὄντων ὑφεστάναι τὸν Θεὸν ἀγέννητον λέγειν, καὶ τὸ διαδεδαιούθαι μεταγενεστέραν εἶναι διαγωνίζεσθαι, καὶ λέγειν ἃ εἴσπεν· Ὅτι μαινόμενόν ἐστι