Ancient Greek
491.1
Gregorius Nyssenus Theol., Contra Eunomium 491.1
Unproofread scanNot analysed yet
Α τὸ πρεσβύτερον τῶν ἐπινοούντων ἡγεῖσθαι τὴν ἐπινόησιν· καὶ ἔστι πρὸς τούτοις ὅσα ὑποδὸς ἐξέρχεται, ὡστερ οὐδὲ ἐκεῖνο φρονούντων, τῷ, τοὺς ἀνθρώπους καίπερ ὄντας ὑστάτους τῶν τοῦ Θεοῦ δημιουργημάτων προτάττειν τῆς σφῶν αὐτῶν ἐπινοίας. Μεγάλην γὰρ ἂν δυνὴ τὴν ἰσχὺν ὁ λόγος εἴχεν, εἰπερ τις ἐκ μανίας ἢ παραφροσύνης ἐπίνοιαν εἶναι τὸν Θεὸν ἀπεφαίνετο. Εἰ δὲ οὐτος μὲν ὁ λόγος οὔτε ἐστιν, οὔτε μὲν γεγέννηται· (τὶς γὰρ ἂν εἰς τοῦτο παραπλήξαι, ἐλάσειεν, ὥστε τὸν ὄντα ὄντα, καὶ τὰ ἄλλα πάντα ὅσα ἐστὶν εἰς γένεσιν ἀγαγόντα, τοῦτον μὴ καθ' ὑπόστασιν ἰδίαν λέγειν εἶναι, ἀλλ' ἐπίνοιαν ὀνόματος ἀποφαίνεισθαι;) τὶ μάτην σκιωχαιρεῖ, τοῖς οὐ τεθείσοι μαχομένους; ἢ πρόδηλος αἰτία τῆς ἀνοήτου ταύτης φιλονεικίας, ὅτι τοὺς ἐξαπατηθέντας διὰ τοῦ κατ' ἀγεννησίαν σοφίσματος αἰσχυνόμενος, ἐπεὶ διηλέχθη πάμπολυ τῆς κατὰ τὴν οὐσίαν σημασίας κεχωρισμένον τὸ ὄνομα, ἐκὼν ποιεῖται τῶν λεγομένων τὴν σύγχυσιν, ἀπὸ τοῦ ὀνόματος ἐπὶ τὰ πράγματα μεταβαλλὼν τὴν μάχην, ὡς τοὺς ἀνεπιστότους εὐκόλως διὰ τῆς τοιαύτης παρακεραυνώσθαι σύγχυσεως, νομίζοντας ἢ ἐπίνοιαν τὸν Θεὸν παρ' ἡμῶν εἰρῆσθαι, ἢ τῆς τῶν ἀνθρωπίνων ὀνομάτων εὕρεσιν δευτέραν· καὶ διὰ τοῦτο καταλιπὼν ἀνέλεγκτον τὸ ἡμέτερον, μεταφέρει τὴν μάχην. Τὸ γὰρ παρ' ἡμῶν ἦν, καθὼς εἴρηται, τὸ τῆς ἀγεννησίας ὄνομα μὴ τὴν φύσιν ἐνδεικνύναι, ἀλλ' ἐξ ἐπινοίας ἐφαρμοζέιν τῇ φύσει, δι' ἧς τὸ ἄνευ αἰτίας αὐτὸν ὑφεστάναι σημαίνειν· τὸ δὲ παρ' αὐτῶν κατασκευαζόμενον ἦν, αὐτὴς εἶναι τῆς οὐσίας ἐνδεικτικὴν τὴν φωνήν. Πῶς τοίνυν κατεσκευάσθη τὸ οὕτως ἔχειν τὸν τοῦ ὀνόματος δύναμιν; ἀλλὰ ταῦτα μὲν ἐτέρως πον πάντως πεπράγμεναι λόγοις. Ὁ δὲ πᾶς αὐτῷ πόνος εἰς τὸ ὑφεστάναι τὸν Θεὸν ἀγεννητὸς ἠσχολήται· ὁμοῖον ὡςπερ ἂν εἴ τις σαφῶς περὶ τούτων ἤρετο, τὶνα περὶ τοῦ ὀνόματος τῆς ἀγεννησίας ἔχει διάνοιαν, εἰτε ὡς ἐπινοουμένου πρὸς ἐνδείξιν τοῦ ἀνάρεχου εἶναι τὸ πρῶτον αἴτιον, εἰτε καὶ ὡς αὐτῆς δηλωτικοῦ τῆς οὐσίας· ὅ δὲ μάλ'α σμενὺς καὶ ἐπισπαστικὸς ἀπεκρινετο, τὸν οὐρανὸν καὶ γῆς τὸν Θεὸν ποιητὴν εἶναι μὴ ἀμφιβάλλειν. Ὡς τοίνυν οὕτος ὁ λόγος ἀπάδει τοῦ προταθέντος, καὶ οὐ συνήρτηται· κατὰ τὸν αὐτὸν τρόπον εὑροὺς ἂν καὶ ἐπὶ τῆς καλλιγραφείσης αὐτῷ παρ' ἡμῶν μάχης· τὸ πρὸς τὸν σκοπὸν ἀσυνάρτητον. Οὕτωσι δὲ σκοπήσωμεν.