Ancient Greek
493.2
Gregorius Nyssenus Theol., Contra Eunomium 493.2
Unproofread scanNot analysed yet
Καὶ τί γρὴ τὰ καθ’ ἕκαστον λέγοντα πολὺν ὄχλον ἐπεταιγεῖν τῷ λόγῳ; Ὡς τοίνυν ἐπὶ τῶν εἰρημένων οὐχ ἂν τις ἀντεῖποι, τὸν πρὸς τὸ χρεῖστον ἐνεργεῖν μεμαθηκὼς τέχνην τινὰ δύνασθαι ἂν τῇ αὐτῇ καὶ πρὸς τὰ μὴ δέοντα χρήσασθαι. Οὕτως φαμέν καὶ τῆς ἐπνοίας τὴν δύναμιν ἐπ’ ἀγαθῷ μὲν ἐντεθεῖσθαι παρὰ τοῦ Θεοῦ τῇ ἀνθρωπίνῃ φύσει· κατακεχρημένων δὲ τινῶν τῇ ἐφευρετικῇ δυνάμει, διάκονον πολλάκις καὶ συνεργὸν γίνεσθαι τῶν ἀνωφελῶν εὕρημάτων. Οὐκοῦν οὐχ ἐπειδὴ δύναται τὰ ψευδῆ καὶ ἀνύπαρκτα πλάνας ἢ ἐπνοία διαπλάσσειν, διὰ τοῦτο τὰ ὄντως ὄντα καὶ ἀληθῶς ὑφεστῶτα διερευνάσθαι οὐ δύναται· ἀλλ’ ἢ πρὸς τὸ τοιούτον ἐπιτηδειότης, μαρτυρία τοῖς εὐγνώμοσι τῆς πρὸς ἐκεῖνο δυνάμεως γίνεται. Τὸ γὰρ προθέμενον καταπλήξαι τοὺς ὁρῶντας ἢ θυμᾶδιαν τινὰ μηχανάσασθαι τῆς πρὸς τὸ σπουδάζμενον ἐπνοίας μὴ ἀπορήσει· ἀλλ’ ἢ πολὺχειρὰς τινὰς ἢ πολυκέφαλους, ἢ πῦρ πνέοντας, ἢ δρακόντων ὀλκοῖς συνεσπειραμένους εἰδοποιῆσαι, ἢ πρὸς τὸ μεικτὸν ἐξδραῖ τὴν