Ancient Greek
493.1
Gregorius Nyssenus Theol., Contra Eunomium 493.1
Unproofread scanNot analysed yet
Ἀδάμενος ὑφαντικὴν τε καὶ ποικιλτικὴν ἐπιστήμην. Ὅτι γὰρ οὐκ ἐνέργεια τινὶ τὰς τοιαύτας τέχνας ἡμῖν διδάξαι αὐτὸς προαχθεὶς τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἐστιν ἰδεῖν, οὐδὲς ἀντεῖπει πάντως, μὴ σάρκινος καὶ κτηνώδης τις ὤν. Ἄλλὰ μὴν εἴρηται παρ’ αὐτοῦ γεγενήσθαι ἡμῖν τῶν τοιούτων τεχνῶν ἡ καθῆττης· οὐκοῦν ὁ δὸς τῇ φύσει τὴν ἐπισυνετικὴν καὶ εὕρετικὴν τῶν ζητουμένων δύναμιν, αὐτὸς ἡμᾶς πρὸς τὰς τέχνας ἤγαγε. Καὶ τῷ τῆς αἰτίας λόγῳ πᾶν τὸ ἐξ ἐπνοίας εὕρισκόμενον τε καὶ κατορθούμενον, εἰς τὸν ἀρχηγὸν τῆς δυνάμεως ταύτης ἐπαναφέρεται. Οὕτως καὶ τὴν ἰατρικὴν ὁ βίος εὗρατο· ἀλλ’ ὅμως Θεοῦ δῶρον τὴν ἰατρικὴν εἰπὼν τις οὐχ ἀμαρτήσει. Καὶ πᾶν ὅπερ ἐστὶ κατὰ τὴν ἀνθρωπίνην ζῴην ἐξευρεμένον, κατ’ εἴρηγὴν καὶ πόλεμον, πρὸς εἷ τῶν χρησίμων ἐπιτηδεῖως ἔχον, οὐδαμοθεν ἡμῖν ἔχει τὴν παράδοσιν, ἀλλὰ τοῦ νοῦ τὰ καθ’ ἕκαστον ἡμῖν κατὰ τῆς ἐπνοίας καὶ ἐφευρίσκοντος· νοῦς δὲ ἔργον Θεοῦ· οὐκοῦν ἐκ Θεοῦ πάντα ὅσα διὰ τοῦ νοῦ ἡμῖν πεπόρισται· τὸ δὲ λέγεσθαι παρὰ τῶν ὑπεναντίων τὰ μυθώδη πλάσματα καὶ τὰ ψευδῆ τερατεύματα παρὰ τῆς ἐπνοίας λογοποιεῖσθαι καὶ πλάττεσθαι, οὐδὲ αὐτὸς ἀντιλέγω· πρὸς γὰρ τὴν ἡμετέραν σκοπὸν καὶ ἑκείνων λόγος συμφέρεται. Φαμέν γὰρ καὶ ἡμεῖς, τὴν αὐτὴν εἶναι τῶν ἐναντίων τὴν ἐπιστήμην, τῶν τε ἐπωφελῶν, καὶ τῶν ὡς ἑτέρως ἔχοντων, οἷον τὴν ἰατρικὴν, κυβερνητικὴν, καὶ εἰ τι ἄλλο τοιούτων ἐστιν· ὁ γὰρ εἰδὼς βοηθῆσαι τοῖς ἀρρωστοῖσι διὰ φαρμάκων, ἐπίγνωι ἂν, εἴπερ ἐπὶ κακῷ χρήτοι τῇ τέχνῃ, καὶ τοῖς ὑγιαίνοσιν ἐντρίψαι τὸ δηλητήριον· καὶ ὁ πρὸς τὸν λιμένα διεύθυνον τῷ πηδαλίῳ τὸ σκάφος, εὐθύνειν ἂν καὶ ἐπὶ τὰς χοιράδας ἢ σκοπέλους, εἰ τοῦτο γένοιτο φίλον αὐτῷ, τὸ δι’ ἐπιβουλῆς διαφθεῖραι τοὺς πλέοντας. Καὶ ὁ ζωγράφος τῇ αὐτῇ τέχνῃ τὴν τε καλλίστην μορφὴν ἐπὶ τοῦ πίνακος ἔδειξε, καὶ τὴν αἰσχίστην πάλιν ἐναργῶς ἐμιμήσατο· οὕτως ὁ παιδοτρίβης τὸ ἐξηθρωμένον μέλος διὰ τῆς ἀλειπτικῆς ἐμπειρίας ἐνῆρμοσε, καὶ τὸ ὑγιαῖνον εἰ βούλοιτο διὰ τῆς αὐτῆς τέχνης ἐξήρμοσε.