Ancient Greek
504.1.1 to 504.1.10
Gregorius Nyssenus Theol., Contra Eunomium 504.1.1-10
Unproofread scanNot analysed yet
κίνησην (πλὴν παρὰ Κυρίου λέγεται τὰ διαθήματα τῷ ἀνδρὶ κατενύεσθαι), οὕτως καὶ τὸ δύνασθαι λαλεῖν τε καὶ φθέγγεσθαι καὶ τὸ διὰ φωνῆς ἐξαγγέλλειν τὸ βούλημα παρὰ τοῦ Θεοῦ λαβοῦσα, οὐδὲ πορεύεται διὰ τῶν πραγμάτων ἡ φύσις σημεῖα τινὰ τοῖς οὖσι διὰ τῆς ποίας τῶν φθόγγων διαφορᾶς ἐπιβάλλουσα. Καὶ ταῦτά ἐστι τὰ παρ’ ἡμῶν λεγόμενα ῥήματα τε καὶ ὀνόματα οἷς τὴν δύναμιν τῶν πραγμάτων διασημαίνομεν. Κἂν λέγῃται παρὰ τοῦ Μωϋσέως πρὸ τῆς τῶν καρπῶν γενέσεως ὁ καρπός, καὶ πρὸ τῶν σπερμάτων τὰ σπέρματα, οὐκ ἐλέγχει τὸν ἡμέτερον λόγον, οὐδὲ μάχεται τοῖς περὶ τῆς ἐπινοίας εἰρημένοις ἢ τοῦ νομοθέτου διάνοια. Ὁ γὰρ ἡμεῖς πέρας ὀνομάζομεν τῆς παρελθοῦσης γεωργίας καρπὸν λέγοντες, ἀρχὴν δὲ τῆς μελλούσης σπέρμα προσαγορεύοντες, τοῦτο τὸ πράγμα τὸ τοῖς ὀνόμασιν ὑποκείμενον, εἴτε σῖτον, εἴτε τι ἄλλο τῶν διὰ σπορᾶς πληθυνόντων, διδάσκει μὴ αὐτόματος γενέσθαι, ἀλλ’ ἐν θελήματι τοῦ ποιητοῦ μετὰ τῆς δυνάμεως ταύτης ἀναφυῆναι· ὥστε τὸν αὐτὸν τε γίνεσθαι καρπὸν, ἐανὸν τε πάλιν ἔχειν σπέρμα γινόμενον, καὶ τῷ περιττεύοντι τρέφειν τὸν ἄνθρωπον, φέεται δὲ κατὰ τὸ θεῖον βούλημα πρᾶγμα οὐχ ὄνομα. Ὥστε τὸ μὲν καθ’ ὑπόστασιν ὄν πράγμα τῆς τοῦ ποιητικοῦ δυνάμεως ἔργον εἶναι, τὰς δὲ γνωριστικὰς τῶν ὄντων φωνάς, δι’ ὧν τὰ καθ’ ἕκαστον πρὸς ἀκριβῆ τε καὶ ἀσύγχυτον διδασκαλίαν ἐπισημεῖοῦται ὁ λόγος, ταῦτα τῆς λογικῆς δυνάμεως ἔργα τε καὶ εὐρήματα· αὐτὴν δὲ ταύτην τὴν λογικὴν δύναμιν τε καὶ φύσιν, ἔργον Θεοῦ. Καὶ ἐπειδὴ τὸ λογικὸν ἐν πᾶσιν ἀνθρώποις, ἀναγκαῖον κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς, καὶ αἱ τῶν ὀνομάτων διαφοραὶ θεωροῦνται. Εἰ δὴ τις ἀνθρωπικῶς τὸ φῶς, ἢ τὸν οὐρανόν, ἢ τὴν γῆν, ἢ τὰ σπέρματα παρὰ τοῦ Θεοῦ προσειρῆσθαι λέγοι, πάντως ἂν κατὰ μίαν τινὰ γλῶσσαν ἰδιότητα γεγενῆσθαι κατασκευάσει τὸν λόγον. Τίς σὺν αὐτῇ, δεῖξάτω.