Ancient Greek
504.1.11 to 504.1.16
Gregorius Nyssenus Theol., Contra Eunomium 504.1.11-16
Unproofread scanNot analysed yet
Τὸν γὰρ ἐκεῖνο γινώσκοντα, καὶ τοῦτο μὴ ἀγνοεῖν πάντως οὐκ ἔξω τοῦ εἰκότος ἐστίν. Καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ μετὰ τὴν τοῦ Πνεύματος δύναμιν, καὶ πάλιν ἐν ἀκοαῖς τῶν Ἰουδαίων, καὶ ἐν τῇ μεταμορφώσει, φωνὴ γίνεται ἀκωδὲν διδάσκουσα τοὺς ἀνθρώπους, καὶ σχῆμα τι μὴ τὸ φαινόμενον εἶναι μόνον, ἀλλὰ καὶ τὸν ἀγαπητὸν Υἱὸν τοῦ Θεοῦ πιστεύειν εἶναι ἀληθῆ. Τοιαύτη φωνὴ πρὸς τὴν τῶν ἀκούοντων σύνεσιν ἐν τῷ ἀέριῳ σώματι παρὰ τοῦ Θεοῦ διετυπώθη κατὰ τὴν ἐπικρατοῦσαν τῶν φθεγγομένων συνηθείαν γενομένη. Οὕτω τοῦ Θεοῦ, τοῦ πάντα θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πρὸς τὸν σκοπὸν τῆς σωτηρίας τῶν ἀκούοντων ἐν τῷ ἀέρι τὸν λόγον ἀρθρόσαντος, καθὼς φησὶ καὶ πρὸς τοὺς Ἰουδαίους ὁ Κύριος τοὺς οἰμέτους βροντὴν γεγενῆσθαι, διὰ τὸ ἐν ἀέρι συστήναι τὸν ἦχον, ὅτι Οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γεγόνακεν, ἀλλὰ δι’ ὑμᾶς. Πρὸ δὲ τῆς τοῦ παντὸς συστάσεως οὐδενὸς ὄντος τοῦ ὑποδεχομένου τὸν λόγον, ἢ σωματώδους στοιχείου τινὸς τοῦ τυπῶσαι τὴν ἔναρθρον δυνάμενον φωνήν, ὅ λέγων ῥήμασι τὸν Θεὸν κεχρήσθαι, πῶς ἀποδώσει τὸ εἰκὸς τῷ λόγῳ; Αὐτὸς ἀσύματος, ἢ κτί-