Ancient Greek
518.1
Gregorius Nyssenus Theol., Contra Eunomium 518.1
Unproofread scanNot analysed yet
A τὴν ἀφεσιν ὑποπτον. Τὸ γὰρ εἰπεῖν τὰ τιμιώτατα τῶν ὀνομάτων καὶ τοῖς ἀσθενεστάτοις ἐπιλέγεσθαι, κἂν μὴ ἰσομοιοῦντα τύχῃ κατὰ τὴν φύσιν τοῦ ἀξιώματος, κατασκευὴ τις ἐστὶν αὐτῷ κατὰ τὸ λεληθὸς τῇ βλασφημίᾳ τὴν ἀκολουθίαν ὑπευρετρίζουσα, ὡς μὲν τοῦτο παρ’ αὐτοῦ μάθωσιν οἱ τὰ ἐκείνου μανθάνοντες, ὅτι κἂν Θεὸς ὁ Μονογενὴς ὀνομάζηται, καὶ σοφία, καὶ δύναμις, καὶ φῶς, καὶ ἀλήθεια, καὶ κρίσις, καὶ βασιλεὺς, καὶ ἐπὶ πάντων Θεός, καὶ μέγας Θεὸς καὶ ἀρχὸν εἰρήνης, καὶ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, καὶ πάντα τὰ τοιαῦτα, μέχρι ὀνόματος αὐτῷ μόνον ἐστὶν ἡ τιμή. Οὕ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. Καὶ ὅπερ ἐποίησε τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιήλ, διορθοῦντος αὐτῶν τὴν περὶ τὰ εἴδωλα πλάνην, ὡς ἂν μὴ τὸν χαλκόν, ἢ τὸν δράκοντα σέβοιν, τὸ ὄνομα τοῦ Θεοῦ, τὸ παρὰ τῶν ματαίων αὐτοῖς ἐπιπερημησμένον αἰδοῦμενοι, καὶ σαφῶς δι’ ὧν ἐποίησεν ἐδειξεν, ὅτι οὐ συμβαίνει τὸ ὑψηλὸν τῆς θεότητος ὄνομα πρὸς τε τὸ ἐρπετὸν θηρίον, καὶ πρὸς τὸ σχῆμα ᾧ χαλκὸς ἐτετύπωτο. Ταῦτα πρὸς τὸ ἐναντίον καὶ ὁ ἐχθρὸς τοῦ Θεοῦ ἐπὶ τοῦ Μονογενοῦς Θεοῦ κατασκευάζειν διὰ τῶν δογμάτων φιλονεικεῖ, τοῦτο βουλὼν διὰ πασᾶς τῆς προκειμένης αὐτῷ ῥήσεως, ὅτι Μὴ πρὸς τὰ ὀνόματα τοῦ Κυρίου βλέπετε ὧν μετείληχεν, ὡς ἐκ τούτων τὸ ἄκραστον αὐτοῦ καὶ ὑψηλὸν τῆς οὐσίας λογίζεσθαι. Πολλὰ γὰρ καὶ ἄλλα τῶν ἀσθενεστάτων ταῖς ὑπερχουσαῖς ἐπωνυμίαις τετίμηται, ὧν ἡ μὲν κλῆσις τὸ ὑψηλὸν ἔχει, ἡ δὲ φύσις πρὸς τὸ μεγαλεῖον τῆς προσηγρίας οὐκ ἐξαλλάσσεται. Διὰ τοῦτο λέγει μέχρις ὀνομάτων ψιλῶν γίνεσθαι παρὰ τοῦ Θεοῦ τοῖς ὑποδεηχθόσι τὴν τῆς τιμῆς μετουσίαν, μὴ συνακολουθούσης τῇ κλήσει τῆς κατὰ τὴν ἀξίαν ἰσότητος. Ὥστε πάντα περὶ τοῦ Υἱοῦ μαθόντας, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, μέχρις ὀνόματος οἴεσθαι τὴν ἐν ταῖς φωναῖς τιμὴν προσμαρτυρεῖσθαι αὐτῷ· τῆς δὲ κατὰ τὴν ἀξίαν ἰσομορίας ἀμέτοχον κατὰ τὴν ἐν τοῖς εἰρημένοις τεχνολογίαν.