Ancient Greek
518.2
Gregorius Nyssenus Theol., Contra Eunomium 518.2
Unproofread scanNot analysed yet
B Ἄλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις, ἔοικα τι κατὰ τὸ λεληθὸς τοῖς ἐν ἐναντίοις χαρίζεσθαι. Πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιθεὶς τὴν ἀλήθειαν, ἀποκνάλειν μοι δοκῶ τοὺς καθομιλοῦντας τῷ λόγῳ πρὸ τῆς τῶν χαρτερωτέρων μάχης. Οὐκοῦν ταῦτα ὅπως ἂν ἔχῃ, τοῖς ἐπιστατικωτέροις τῶν ἀχροατῶν κατέων, ἡμῖν δὲ πρὸς τὰ προκειμένα μετενεχθὲν τὸν λόγον· σιγάσω δὲ καὶ τὸ προσεχὼς τοῖς ἐξητασμένοις προκείμενον, ὅτι ταῦτα μέντοι τοῦτον διατέταχται τὸν τρόπον, οὐ τῆς ἐπινοίας τῶν ἀνθρώπων λαχοῦσης τὴν ἐξουσίαν τῶν ὀνομάτων. Τίς γὰρ τοῦτό φησι, τὸ μὴ κατ’ ἰδίαν ὑπόστασιν θεωρούμενον, ἐν ἐξουσίᾳ πράγματος εἶναι τινος; Μόνων γὰρ τῶν οἰκείᾳ τινὶ προαιρέσει διοικούμενον, τὸ κατ’ ἐξουσίαν τι πράττειν ἐστίν. Ἡ δὲ ἐπίνοια τῆς ἡμετέρας διανοίας ἐστὶν ἐνέργεια, καὶ τῆς τῶν φθεγγομένων ἁρτηται προαιρέσεως, οὐ καθ’ ἑαυτὴν ὑφεστῶσα, ἀλλ’ ἐν τῇ τῶν ἁγομένων ὁρμῇ τὴν ὑπόστασιν ἔχουσα. Ἄλλ’ αὐτεῦ, φησι, ταῦτα πάντα δημιουργήσαν-