Ancient Greek
520.2
Gregorius Nyssenus Theol., Contra Eunomium 520.2
Unproofread scanNot analysed yet
Ἔσπε, φησίν, ὁ Βασίλειος, μετὰ τὸν πρῶτον ἠγνινόμσεν ἡμῖν περὶ τοῦ πράγματος νόημα, τὴν λεπτοτέραν καὶ ἀκριβέστεραν τοῦ νοηθέντος ἐξέτασιν, ἐπίνοιαν λέγουσι. Καὶ τῇ τοιαύτῃ κατασκευῇ διελέγχει τὸν λόγον, ὡς οὐσία Εὐνόμιος, ὅτι ἐν οἷς οὐκ ἐστὶ πρῶτον καὶ δεύτερον νόημα, οὔτε λεπτότερον ἕτερον ἕτερου καὶ ἀκριβέστερον, οὐχ ἂν ἔχοι, φησί, χώραν τὸ κατ' ἐπίνοιαν· τέως μὲν καὶ τοῦτο δολερῶς ὑφαρπάσας παρὰ τῶν ἐχόντων ἀκοὴν φωραθήσεται. Οὐ γὰρ πάσης ἐπινοίας τοῦτον πεποίηται τὸν ὁρισμὸν ὁ διδάσκαλος ἡμῶν, ἀλλ' οἷον ἰδίχην τινὰ τῶν κατ' ἐπίνοιαν θεωρουμένων ὑποδιαίρεσιν ποιησάμενος, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπεισάγω τῷ λόγῳ, τὸ μέρος τοῦτο διασαφήσας, ἀφῆκε τοὺς νοῦν ἔχοντας ἐκ τοῦ μέρους τὸ ὅλον ἐπιλογίζεσθαι. Καὶ ὡς κατὰ πλειόνων καὶ διαφερόντων τῇ εἴδει κατηγοριεῖσθαι τις τὸ ζῷον εἰπὼν, οὐχ ἂν ὡς διαμαρτὼν ἀληθείας διελεγχθείη, ἰδίως τὸν ἄνθρωπον εἰς ὑπογραφὴν ἀγαγὼν· οὐδ' ἂν τις αὐτὸν ὡς ἀποσφαλέντα τοῦ δυτος εὐθύνοιεν ἂν, εἰ μὴ κατὰ πτηνοῦ τε καὶ τετράποδος, καὶ ἐνδύρω τὸν αὐτὸν ἀποδοιδοῖ λόγον, ὃν ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον ἀπεφήνατο· οὕτως πολυσχιδὲς καὶ ποικιλῶς τοῦ κατ' ἐπίνοιαν θεωρουμένου λόγου, οὐχ ἂν ἐλεγχος εἴη τὸ ἐκεῖνην μὴ εἶναι κυρίως ἐπίνοιαν, τῷ καὶ ἕτερον εἶναι εἰπεῖν. Ὥστε οὐχ ἄλλο τι ἐπίνοιας εἴδος θεωρηθῇ, τὸ προσταθοδὲν οὐχ ἡμάρτηται. Εἰ μὲν οὖν τις, φησί, τῶν ἀποστόλων ἢ τῶν προφητῶν τούτοις χρησάμενος ἐπὶ τοῦ Χριστοῦ τοῖς ὀνόμασιν ἀπεδείκνυτο, εἶχεν ἂν παραμύθιον τὸ ψεύδος. Ὅσπρ μαρτυρεῖ τῷ λογογράφῳ τὰ εἰρημένα τὴν ἐν ταῖς Γραφαῖς τοῦ Θεοῦ φιλοπονίαν! Οὐδὲς εἶπε τῶν προ-