Ancient Greek
521.1
Gregorius Nyssenus Theol., Contra Eunomium 521.1
Unproofread scanNot analysed yet
C D Ἀ φητῶν ἢ τῶν ἀποστόλων, ἄρτον, ἢ λίθον, ἢ πτῆνην, ἢ ἀξίνην, ἢ φῶς, ἢ ποιμένα τὸν Κύριον. Τί οὖν ὁ Δαβὶδ, καὶ περὶ τίνος φησίν, ὅτι Κύριος ποίμαινέ με, καὶ, Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες; Ἄρα τί διαφέρει ποιμένα εἰπεῖν ἢ ποιμαίνοντα; καὶ, Παρὰ σοὶ πηγὴ ζωῆς. Ἄρα δέχεται τὸ πηγὴν εἰρθαι τὸν Κύριον; καὶ, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες. Ὁ δὲ Ἰωάννης [Ματθαῖος] τὴν ἀναρετικὴν τῆς κακίας δύναμιν τοῦ Κυρίου τῇ τῆς ἀξίνης διασημαίνων ὀνόματι, ἐν οἷς φησίν, "Ἡδὴ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται, οὐχ ἀξιῶστος τοῦτο μάρτυς τῶν εἰρημένων δοκεῖ; Ὁ δὲ Μωσῆς ἐν φωτὶ τὸν Θεὸν βλέπων, καὶ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων· τῷ δὲ αὐτῷ τούτῳ καὶ Παῦλος ἐν τῇ πρώτῃ θεωραναίᾳ περιλαμπθεὶς τῷ φωτί, καὶ μετὰ ταῦτα τὰς τοῦ φωτὸς ἀκούων φωνάς, ὅτι: Ἐγὼ Ἰησοῦς, ὃν σὺ διώκεις· οὐχ ἱκανὸς ἄρα πρὸς μαρτυρίαν ἐστίν; Περὶ δὲ τοῦ ἄρτου ἀναγνώτω τὸ Εὐαγέλιον· ὅτι ἡ παρὰ τοῦ Μωυσέως τροφή, ἡ ὀυρανῶθεν τῷ Ἰσραὴλ χορηγουμένη, εἰς τὸν τοῦ Κυρίου τύπον ὑπ' αὐτοῦ τοῦ Κυρίου μετελήφθη· Οὐ γὰρ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον· Ἀλλ' ὁ Πατὴρ μου διδώσει τὸν ἄρτον τὸν ἀληθινόν, ἑαυτὸν λέγων, τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ. Ἄλλ' ὁ γνήσιος ἀκροατὴς τοῦ νόμου μηδένα φησὶ τῶν προφητῶν ἢ τῶν ἀποστόλων ταῦτα ἐπιθεῖναι τῷ Χριστῷ τὰ ὀνόματα. Τί οὖν τὸ ἑφεξῆς; Εἰ αὐτὸς ἑαυτὸν τούτοις ὀνόμασι Κύριος· ἐπειδή γε τῶν τοῦ Σωτῆρος ὀνομάτων, οὔτε ἐστὶ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, οὔτε λεπτότερον ἕτερον τοῦ ἑτέρου καὶ ἀκριβέστερον· ὁμοῦ τὰ πάντα, καὶ μετὰ τῆς ἰσῆς ἀκριβείας γινώσκοντος, οὐδὲ τούτων οὐδεὶν δυνατὸν συναρμόσαι τὸν περὶ τῆς ἐπινοίας αὐτῷ ῥηθέντα λόγον.