Ancient Greek
521.2
Gregorius Nyssenus Theol., Contra Eunomium 521.2
Unproofread scanNot analysed yet
Πολὺν ἐπηνήλησα τῷ λόγῳ τὸν ἐκείθεν λήρον· ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιοριμέν ἀκατανόητα, οὐχ ὡς ἐμφαιδυνόμενοι τῇ ἀχημοσύνῃ τοῦ λογογράφου (τί γὰρ φέρει κέρδος ἡμῖν ἐλεγχμένη τῶν ἐναντίων ἢ ἄνοια;) ,ἀλλ' ὡς ἂν ὁδὸν προὐσυνιστῶσα δι' ἀπάντων ἑαυτὴν ἡ ἀλήθεια. Ἐπειδὴ, φησίν, ἑαυτῷ ταύτας προσέθηκε τὰς προσηγορίας ὁ Κύριος, οὔτε τι πρῶτον ἔγνω, οὔτε δεύτερον, οὔτε λεπτότερον ἢ ἀκριβέστερον, οὐκ ἔστιν ἐξ ἐπινοίας εἶναι ταῦτα εἰπεῖν τὰ ὀνόματα. Πῶς μέμνηται τοῦ ἰδίου σκοποῦ; Πῶς οἶδε τοὺς λόγους καθ' ὧν τὸν πόλεμον ἐνεστήσατο; Ἐμνήσθη τινὸς τῶν ἐνεργητῶν τῇ συνθείᾳ πρὸς τὴν ἐρμηνείαν τῆς ἐπινοίας ὁ καθηγητὴς ὁ ἡμέτερος, καὶ ἐν τοῖς κατωτέρους τῶν ὑποδειγμάτων τὸν νοῦν διασαφῶς, οὕτως προδιδάξει τοὺς ἄνω τὴν θεωρίαν τοῦ λόγου. Εἶπε γὰρ ὅτι καθ' ἑαυτὸν ὁ σῖτος ἐν τὶ πράγμα κατὰ τὴν ὑπόστασιν φαίνεται· πρὸς δὲ τὰς ἐπιθεωρουμένας αὐτῷ ποικίλας ἰδιότητας, ἐξαλλάσσει τὰς κλήσεις, καὶ σπέρμα γινόμενος, καὶ καρπός, καὶ τροφή, καὶ ὅσα γίνεται, τοσαῦτα ὀνομαζόμενος. Παραπλησίως