Ancient Greek
524.1
Gregorius Nyssenus Theol., Contra Eunomium 524.1
Unproofread scanNot analysed yet
A διὰ τε τῆς ἑτερότητος τῶν ἐνεργειῶν, καὶ ἀναλογίας τινὰς καὶ σχέσεις. Ταῦτα γὰρ καταχῶς ἐπ’ αὐτοῦ διαθρυλεῖ τὰ ὀνόματα. Ἄλλὰ πῶς, φησίν, οὐκ ἀτοπον, ἀθέμιτον δὲ μᾶλλον τοῦτο παραβάλλειν τὸν Ἄγέννητον· τίσι τοῦτοῖς; τῷ σίτῳ, φησί, καὶ τῷ μονογενεῖ Θεῷ. Ὅρᾷς τὴν εὐλάβειαν; Ἰσον ἀπέχειν τῆς ἀξίας τοῦ ἀγεννήτου Θεοῦ κατασκευάζει τὸν βραχὺν σίτον, καὶ τὸν Μονογενῆ Θεόν. Καὶ ὅτι οὐ συγχωρεούμεν τὸν λόγον, παρ’ αὐτῶν ἐστι τῶν γεγραμμένων μαθεῖν αὐτοῦ τὴν διάνοιαν. Πῶς γὰρ, φησίν, οὐκ ἀτοπον, ἀθέμιτον δὲ μᾶλλον τοῦτο παραβάλλειν τὸν Ἄγεννητον; Καὶ ταῦτα εἰπὼν ἐπάγει κατὰ τὸ ὁμότιμον τὸν περὶ τοῦ σίτου καὶ τοῦ Κυρίου λόγον, ἴσον εἰς ἀποτίαν κρίνων, ἐνὶ τούτων παραβάλλων τὸν Θεόν. Παντὶ δὲ γνώριμον πάντως τὸ τοιούτον ἐστίν, ὅτι τὰ ἴσω μέτρω τινὸς ἀφεστηκότα καὶ αὐτὰ πρὸς ἄλληλα τὸ ἴσον ἔχει. Ὡστε κατὰ τὸν σοφὸν θεολόγον ὁ τῶν αἰώνων ποιητής, καὶ πάσης παριδὼν γράμενος τῶν ὄντων φύσεως, ἰσοστάσιος ἀνεδείχθη τῷ βραχυτάτῳ σπέρματι, ἐπερ ἐπίσης ἀπολείπεται τῆς πρὸς τὸν Θεὸν συγκρίσεως καὶ αὐτὸς καὶ ὁ σῶος. Ἄλλ’ ἡ μὲν ἀσάφεια τοῦ λόγου τοιαύτη.