Ancient Greek
524.2
Gregorius Nyssenus Theol., Contra Eunomium 524.2
Unproofread scanNot analysed yet
B Καρὸς δ’ ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευὴν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι’ ἀκολουθίας συνήρτηται. Εἰπὼν γὰρ, ἀτοπὸν εἶναι τῷ σίτῳ καὶ τῷ Χριστῷ τὸν Θεὸν παραβάλλειν, Περὶ τοῦ σίτου, φησίν, ὅτι οὐκ ἔστιν ὁ Θεὸς καθ’ ὁμοιότητα τοιούτων πρὸς μεταβολὴν ἐπιτήδειος, περὶ δὲ τοῦ Μονογενοῦς τὸ μὴ εἶναι αὐτὸν πρὸς μεταβολὴν ἐπιτήδειον σιωπᾷ, καὶ διὰ τοῦτο σαφῶς ἐνδείξας τὸ ταπεινὸν τῆς ἀξίας, ἐν τῷ μὴ δεῖν αὐτὸν ὡς καὶ τὸν σίτον τῷ Θεῷ συγκρίνειν, ἀφῆκε τὸν λόγον μετέωρον, οὐδενὶ ἄλλῳ λογικῶ κατασκευάσας ἐν τῷ μέρει τοῦτῷ τὸ πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ ἀπαράθετον, ὡς ἱκανῶν ὄντων τῶν περὶ τὸν κόκκον θεωρηθέντων, καὶ τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα κατὰ τὸ ταπεινότερον παραλλαγὴν συνενδείξασθαι. Ἄλλὰ περὶ τῆς ἀφθαρσίας τοῦ Πατρὸς διαλέγεται, ὡς οὐκ ἐξ ἐνεργείας προσούσης αὐτῷ. Ἐγὼ δέ, εἰ μὲν ἐνέργεια εἰς ἐστὶν ἡ ὄντως ζωή, ἐαυτὴν ἐνεργούσα, καὶ εἰ ταύτῳ ἐστι τῷ σημαινόμενῳ τὸ τε ἀεὶ ζῆν, καὶ τὸ μηδέποτε εἰς φθορὰν διαλυθῆναι, οὕτω τῷ λόγῳ προστίθημι, ἀλλὰ τοῖς ἰδίοις ταμιεύσομαι τόποις. Ὅτι μέντοι μία τῆς ἀφθαρσίας ἐστὶ διάνοια, ὁσαύτως ἐπὶ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοουμένη, καὶ κατ’ οὐδὲν τὸ τοῦ Πατρὸς ἀφθαρτὸν τῆς ἀφθαρσίας τοῦ Υἱοῦ παραλλάσσεται, οὔτε ὑφ’ ἑτέρας τινὸς καὶ ἐπιστάσης, οὔτε τινὶ ἄλλῃ διαφορᾷ τρόπῳ τῆς κατὰ τὴν ἀφθαρσίαν παραλλαγῆς εὐρισκομένης, τοῦτο καὶ νῦν φημὶ εὐκαιρὸν εἶναι καὶ ἀεὶ λέγειν, ὡς ἄν μηδεμιᾶν ἔχοι διὰ τούτου χώραν ὁ λόγος αὐτῷ τῇ κατὰ τὴν ἀφθαρσίαν ἐνοίᾳ τῷ Πατρὶ προσμαρτυρῶν τὸ πρὸς τὸν Υἱὸν ἀνοικονόμητον. Ὡς γὰρ περὶ τὸν Πατέρα ἡ ἀφθαρσία καταλαμβάνεται, οὕτως καὶ ἐστὶ τοῦ Μονογενοῦς εἶναι οὐκ ἀμφιβάλλεται. Τὸ γὰρ τῆς φθορᾶς ἀπαράδεκτον, ὅπερ ἀφθαρσία καὶ ἐστὶ καὶ λέγεται, ἴσον μᾶλλον δὲ τὸν αὐτὸν ἔχει λόγον ἐφ’ οὗπερ ἂν λέγεται. Τί οὖν μαθὼν