Ancient Greek
526.1.1 to 526.1.15
Gregorius Nyssenus Theol., Contra Eunomium 526.1.1-15
Unproofread scanNot analysed yet
1037 γοῦντι γενήσεται, κωλυομένης δὲ τῆς ἐνεργείας, οὐκ ἔσται πάντως τὸ ἐνεργούμενον. Ὡς δὲοῦν ὁάταρον, ἡ παθῆτον διὰ τούτων τοῦ Μονογενοῦς τὴν οὐσίαν ποιήσουσιν, ἵνα τὴν ἐνέργειαν δέξηται, ἢ τοῦτο διὰ τὸ προφανὲς τῆς ἀσεβείας ὁκνοῦντες, τὸ μηδέ δλως αὐτὴν εἶναι κατασκευάσουσιν. Ὁ γὰρ παθεῖν ἀποπέφυκεν, οὐδὲ τὴν ποιητικὴν ἐνέργειαν ἐφ’ ἑαυτοῦ πάντως προσδέχεται. Ὁ τοίνυν ἐνέργειαν τινὸς ἀποτελέσματος τὸν Υἱὸν διορίζων, ἐν τι καὶ τούτων τῶν παθητῶν διορίζεται, ἵσα δι’ ἐνεργείας ἔχῃ τὴν πρόοδον· ἢ εἴπερ ἀρνοῖτο τὸ πάθος, καὶ τὴν ὑπόστασιν αὐτοῦ μετὰ τοῦ πάθους ἀρνήσεται. Ἄλλ’ ἐπειδὴ καθ’ ἑκάτερον τῶν κατὰ τὸ διλήμματος προφαινομένων ἡ ἀσέβεια, καὶ τὸ μὴ εἶναι λέγεται, καὶ τὸ παθῆτον αὐτὸν ὁεῖσθαι, πρόδηλος ἡ ἀλῆθεια, διὰ τῆς τῶν ἀτόπων ἀναίρεσεως ἀναφαινομένη. Εἰ γὰρ καὶ ἀληθῶς ἐστι, καὶ παθῆτός οὐκ ἐστιν, δῆλον ὅτι οὐκ ἐξ ἐνεργείας ἐστιν, ἀλλ’ ὡς εἰκὸς ἀληθινὸν εἶναι Θεὸν ἐκ τοῦ ἀληθινοῦ Θεοῦ τοῦ Πατρός, ἀπαθῶς ἐξ αἰδίου ἀπαυγασθέντα τε καὶ ἐκλάμψαντα. Ἄλλ’ κατ’ αὐτὴν τὴν οὐσίαν, φησίν, ἀφθαρτὸς ἐστιν ὁ Θεός· τί δὲ ἄλλο τῶν θεοπροπῶν νοημάτων οὐκ αὐτὴς ἔχεται τοῦ Υἱοῦ τῆς οὐσίας; Τὸ δίκαιον, τὸ ἀγαθόν, τὸ ἀίδιον, τὸ τοῦ κακοῦ παντὸς ἀνεπίδεκτον, τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοουμένῳ ἀπερίριστον. Ἄρα τίς ἐστιν ὁ λέγων, ἐπίκτητόν τι τῶν καλῶν εἶναι τῇ θεῇ φύσει, καὶ οὐ πάν ὁ τί πέρ ἐστι καλὸν ἐκεῖθέν τε ἀφορμάσθαι, καὶ ἐν αὐτῇ θεωρεῖσθαι; Οὕτω τοῦ προσφθου λέγοντος, ὅτι εἰ τι καλόν, αὐτοῦ, καὶ εἰ τι ἀγαθόν, παρ’ αὐτοῦ ἐστι. Συνάπτει δὲ τούτῳ, τὸ καὶ ἀγέννητον κατ’ οὐσίαν εἶναι. Ἐγὼ δὲ εἰ μὲν οὕτω νοοῦν τοῦτο λέγει, ὅτι ἀγέννητός ἐστι τοῦ Πατρὸς ἡ οὐσία, συνθέσμαι τῷ λεγομένῳ, καὶ οὐχ ἀντιβαίνω τῷ δόγματι. Οὐδὲ γὰρ τις ὅλως τῶν εὐσεβοῦντων γεννητὸν εἶναι τὸν Πατέρα τοῦ Μονογενοῦς ὑποτίθεται.