Ancient Greek
535.1
Gregorius Nyssenus Theol., Contra Eunomium 535.1
Unproofread scanNot analysed yet
ἐκδιδάσκων ὁ λόγος, ἐκ τοῦ ταῦτα καταριθμεῖσθαι παρὰ τοῦ Θεοῦ λέγειν, τὸ μηδὲν τῶν ἡμῖν ἀγνώστων ἐκφεύγειν τοῦ Θεοῦ τὴν γνῶσιν διαμαρτυρεῖται. Διὰ τοῦτό φησιν, Ὁ ἀριθμῶν πλήθη ἀστρῶν, οὐκ ἀγνοῶν δηλαδὴ πρὶν ἐξαριθμῆσαι τὴν τῶν ἀστρῶν ποσότητα. Πῶς γὰρ εἰκὸς αὐτὸν ἀγνοεῖν ἃ ἐποίησεν; Ὁ γὰρ τοῦ παντὸς ἐπιστάτης, οὐκ ἂν ἀγνοοῖ τὸ ἐμπειριελιμμένον, τῇ περιεκτικῇ τῶν ὅλων δυνάμει. Τί δήποτε οὖν ἀριθμεῖ ὅπερ ἐπίσταται; Τῶν γὰρ ἀγνοούντων ἐστὶ, τῷ ἀριθμῷ διαμετρεῖν τὴν ποσότητα· ὁ δὲ τὰ πάντα εἰδὼς πρὸ γενέσεως, ἀριθμοῦ διδασκάλου πρὸς τὴν τῶν ὑποκειμένων γνῶσιν οὐκ ἐπιδέεται. Ἄλλὰ μὴν ἀριθμεῖν λέγεται παρὰ τοῦ Δαβὶδ, δηλούντι πρὸς τὴν ἡμετέραν διδασκαλίαν κατὰ τὸ ἡμῖν χωρῆτον τοῦ λόγου πρὸς σαφήνειαν κατιόντος, ὅτι ἀκριβῶς εἰδέναι τὰ ἡμῖν ἀγνώστα διὰ τῆς τοῦ ἀριθμοῦ σημασίας ὁ Δαβὶδ ἐνεδείξατο. Ὡσπερ οὖν ἀριθμεῖν λέγεται, οὐδὲν τῆς ἀριθμητικῆς περιόδου πρὸς τὴν τῶν ὄντων γνῶσιν ἐπιδεόμενος, οὕτως καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλεῖν ἡ προφητεία λέγει, οὐ ταύτην, οἴμαι, τὴν διὰ τῆς φωνῆς κλῆσιν ὑποσημαίνουσα. Ἡ γὰρ ἐν εἰς ἀτοπὸν τε καὶ ἀνάξιον τῆς περὶ Θεοῦ ὑπολήψεως ὁ λόγος προῦν καὶ κατέλιπε, εἰ περ ταῦτα λέγει τὰ ὀνόματα παρὰ τοῦ Θεοῦ τεθεῖσθαι τοῖς ἀστροῖς τὰ ἐν τῇ συνθείᾳ ἡμῶν ἀναστεροῦμεν. Εἰ γὰρ ταῦτά τις δοῖν θεόθεν ἐπικεκλημένα, ἀνάγκη πᾶσα καὶ τῶν Ἑλληνικῶν εἰδώλων ἐκθεῖν αἰεῖσθαι τὴν κλῆσιν ἐπιπεφημισθᾶι τοῖς ἀστροῖς, καὶ ὅσα τῆς μυθικῆς ἱστορίας ἐπιλέγεται τοῖς ἀστράφοις ὀνόμασιν, ἀληθῆ νομίσαι, ὡς τοῦ Θεοῦ τὰς τοιαύτας αὐτοῖς ἐπικυροῦντος φωνάς. Οὕτως ἡ ἑβδομάς τῶν περιεχομένων τῷ παντὶ πόλῳ, τοῖς Ἑλληνικοῖς εἰδώλοις ἐπιμερισθεῖσα, ἔξω μέμψεως τοὺς πρὸς ταῦτα πλανημένους ποιήσει, εἴπερ ἐκ Θεοῦ πιστευθεῖν τοῦτο διατετάχθαι. Οὕτως οὖ κατὰ τὸν Ὄριωνα καὶ Σκορπίον μῦθος εἰς πίστιν ἄγεται, καὶ τὰ περὶ τῆς Ἀργὸς διηγήματα, καὶ ὁ Κύκνος, καὶ ὁ Ἄετλος, καὶ ὁ Κύν, ἡ τε κατὰ τὸν Στέφανον τῆς Ἀριάδνης μυθοποιία. Καὶ τοῦ ζωοφόρου κύκλου τῶν κατὰ τινὰ σχηματισμὸν ἐπινοηθέντων τοῖς φαινομένοις ὀνομάτων, Θεὸν εὑρετὴν ὑπονοεῖσθαι παρασκευάσει, εἴπερ καλῶς ὁ Εὐνόμιος οἴεται τὸν Δαβὶδ λέγειν, ὅτι ταῦτα αὐτοῖς τὰ ὀνόματα ὁ Θεὸς ἐπιτίθησιν.