Ancient Greek
535.2
Gregorius Nyssenus Theol., Contra Eunomium 535.2
Unproofread scanNot analysed yet
Ἐπεὶ οὖν ἀτοπὸν τῶν τοιούτων ὀνομάτων τὸν Θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοῖ, καλῶς οὖν ἔχει μὴ ἀνεξετάσθαι τὸ ῥηθὲν παραδεξάσθαι, ἀλλὰ καθ’ ὁμοιότητα τῶν κατὰ τὸν ἀριθμὸν ἡμῖν νενοημένων, καὶ τὸν ἐν τούτῳ νοῦν κατανοῆσαι. Ἐπεὶ γὰρ ἐν ἡμῖν μαρτύριον τῆς ἀκριβοῦς ἐστὶ γνώσεως, τὸ ἐξ ὀνόματος παρ’ ἡμῶν προσκαλεῖσθαι τὸν γνωρίμων, διδάσκει διὰ τούτων ἡμᾶς ὅτι τῶν ἡμῖν ἀδύνατον, οὐ μόνον τὸ πλῆρωμα τῆς ἐν κεφαλαίῳ ἀθροισμένης ποσότητος διαλαμβάνει τῇ γνώσει ὁ τὸ πᾶν περιέχων, ἀλλὰ καὶ τὰ καθ’ ἕκαστον δι’ ἀκριβείας ἐπίσταται. Τοῦτο γὰρ οὐ μόνον ἐξαριθμεῖσθαι τὰ πλήθη τῶν ἀστρῶν αὐτοῦ ὁ λόγος φησίν, ἀλλὰ καὶ ἐξ ὀνόματος ἕκαστον ἀποκαλεῖσθαι, ὅπερ σημαίνει