Ancient Greek
536.2
Gregorius Nyssenus Theol., Contra Eunomium 536.2
Unproofread scanNot analysed yet
Εἰ δὲ χρή καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμωδίας ἐκθεῖσαν διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τούτων οἰήσεως. Λέγουσι γὰρ οἱ ἐπιμελέστερον ἐξητακότες τὸν νοῦν τῆς θεοπνεύστου Γραφῆς ὅτι οὐ πάντα τὰ ὄντα τῆς θείας ἐστὶν ἐξαριθμήσεως ἄξια· Ἐν τε γὰρ τοῖς εὐαγγελικοῖς στίχοις τοῖς γεγενομένοις κατὰ τὴν Ἑρμῶν, οὔτε τὸ νηπιώδες, οὔτε τὸ γυναικείον ἀριθμῷ ἄξιον ἐνομίσθη· καὶ ἐν τῇ ἐξόδῳ τοῦ Ἰσραηλίτου λαοῦ μόνους τῷ ἀριθμῷ κατελέγχασιν οἱ ἤδη κατὰ τῶν ἐχθρῶν ὅπλα φέροντες καὶ ἀριστεύειν δυνάμενοι. Οὔτε γὰρ πάντων τὰ ὀνόματα τοιαῦτά ἐστιν, ὡς διὰ τοῦ θελοῦ στόματος φέρεσθαι, ἀλλ' ἀριθμεῖται μὲν εἰ τι καλὸν τε καὶ οὐράνιον· δὲ διὰ τὸ ὕψος τῆς πολιτείας ἀμῦνες μένων τῆς πρὸς τὸν ζόφον ἐπιμείξεως, ἄστρον λέγεται· ὀνομάζεται δὲ εἰ τι κατ' αὐτῶν τῶν λόγων τοῦ ἐγγραφῆναι ταῖς θείαις δέλτοις ἄξιον γίνεται. Περὶ γὰρ τῶν ὑπεραντιῶν φησίν, ὅτι Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Ὄνόματα δέ, οἷα τοῖς τοιούτοις ἐπιβάλλει ἄστροις