Ancient Greek
537.1
Gregorius Nyssenus Theol., Contra Eunomium 537.1
Unproofread scanNot analysed yet
Δὸ Κύριος, σαφῶς παρὰ τῆς Ἡσαίου προφητείας ἐμάθομεν, ἢ φησίν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ. Ὥστε εἰ τις ἑαυτὸν κτῆμα ποιεῖ τοῦ Θεοῦ, ὄνομα τούτῳ τὸ ἔργον γίνεται. Ἄλλα ταῦτα μὲν ἔχτωσαν ὅπως ἂν ἔχειν δόξῃ τοῖς ἐντυχάνουσι. Ὁ δὲ προσεθησι τοῖς εἰρημένοις, τὰ πρῶτα τῆς κοσμογενείας εἰς μαρτυρίαν τοῦ παρὰ τοῦ Θεοῦ τοῖς ὀνομαζομένοις κεῖσθαι. Ὦνπερ ἐν τοῖς κατ᾽ ὀπίσω ἐξητασμένοις ἰκανῶς περιττὴν κρίνω τὴν ἐπαναλήψιν, καὶ τὴν τοῦ Ἀδὰμ φωνήν, ἣν προφητικῶς εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν γεγενησθαι φησιν ὁ Ἀπόστολος, ἐρμηνευθῆναι κατ᾽ ἐξουσίαν οὕτως ὡς βούλεται. Οὐδὲ γὰρ οὕτως ἠλιθίος, ὡς Παύλου τὰ κεκρυμμένα τῶν μυστηρίων ἐν τῇ δυνάμει τοῦ Πνεύματος ἡμῖν ἀκαλυπτόντος, ἀξιοπιστότερον ἐρμηνέα τῶν θείων ποιήσασθαι τὸν Εὐνόμιον, τὸν φανερῶς κατὰ φωνὰς τῆς θεοπνεύστου μαρτυρίας ἀντιμαχομένον, καὶ τὸ μὴ κατωνομάσθαι παρὰ τοῦ Ἀδὰμ τῶν ἀλόγων τὰ εἴδη, διὰ τῆς παρεσηγήσεως τοῦ ῥήτου τούτου κατασκευάζειν ἐκδιαζμένον. Παρεῖσθω καὶ τὰ τῆς ὕβρεως αὐτοῦ ῥήματα, καὶ ἡ ἄχαρις ἀμουσία ἐκείνη, ἣ καὶ κοπρώδεσι αὐτοῦ καὶ βεβολιτωμένη φωνὴ διεξιούσα μετὰ τῆς συνήθους εὐστομίας ταῦτα κατὰ τοῦ διδασκάλου ἡμῶν, τὸν σπορεὰ τῶν ζιζανίων, καὶ τὴν τοῦ καρποῦ πρόσθισιν, καὶ Οὐαλεντίνου παραφθορὰν, καὶ τὸν παρ᾽ ἐκείνου καρπόν, ὃν ἐν τῇ ψυχῇ λέγει σεσωρεύθαι τοῦ διδασκάλου, καὶ ἡ λοιπὴ τῶν εἰρημένων ἀθδία συγκαλυφθῆτω τῇ σιωπῇ, καθάπερ καὶ τὰ μεμυηκότα τῶν σωμάτων τῇ γῇ καταχρυπτούμενα, ὡς μὴ πολλοῖς δι᾽ ὄχλου τὴν δυσωδίαν γίνεσθαι.