Ancient Greek
541.1 to 541.37
Gregorius Nyssenus Theol., Contra Eunomium 541.1-37
Unproofread scanNot analysed yet
ἔχει! Τῇ παραθέσει τῶν αἰώνων προσγίνεσθαι λέγει τῷ Θεῷ τὸ ἀγέννητον. Παρὰ τίνος προσγίνεσθαι; Τίς τοῦτο φησίν, ὅτι τῷ ἀνάρχῳ ὄντι ἐξ ἀπε- κτήσεως διὰ παραθέσεως τινων προσγίνεται τὸ ἀγέννητον; Οὔτε ἡ λέξις, οὔτε ἡ διάνοια τῆς ἀτοπίας ταύτης ἐν τοῖς ἡμετέροις ἐλέγχεται λόγοις. Ἡ μὲν γὰρ λέξις, ἐαυτῆς ἔσται συνηγορος, οὐδὲν ἔχουσα τοιούτον οἷον καθ’ ἡμῶν προενήγκται· τῆς δὲ τῶν ειρημένων ἐμφράσεως, τίς ἂν ἐξηγητὴς ἀξιπιστότερος νομισθείη αὐτῶν τῶν πατέρων τοῦ λόγου; Οὐκοῦν ἡμεῖς δικαιότεροι λέγειν τι νοοῦμεν. Ὅταν ἐπέκεινα τῶν αἰώνων τὴν ζωὴν τοῦ Θεοῦ εἶναι διοριζόμεθα, λέγομεν δὲ ταῦτα ὅπερ ἐν τοῖς ψώτασιν εἴρηται. Ἄλλα, φησί, τῆς παραθέσεως τῶν αἰώνων οὐκ ὁσία, δόξαντα εἶναι τὸ ἐκ ταύτης τῷ Θεῷ προστιθέμενον. Προσθεῖσθαι δὲ τῇ ἀγεννησίᾳ λέγει. Διέτω καὶ παρ’ ὅπου τῷ Θεῷ τὸ τοιοῦτον προστέθηται. Εἰ μὲν οὖν παρ’ ἑαυτοῦ, γελοῖος ἂν εἴη, τὴν ἰδίαν ἄνοιαν ἐγκαλῶν τοῖς ἡμετέροις λόγοις· εἰ δὲ παρ’ ἡμῶν, ὑπαναγνώτω τὴν λέξιν, καὶ τὴν κατηγορίαν δεξόμεθα. Ἄλλα παραδραμεῖν οἴμαι χρήναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἕξεται. Παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθώματα κατασκευὴν τινὰς οἰκοδομημάτων ἐν ψάμμῳ διατιθέντων. Συνθείς γὰρ τινα χύλου περίοδον, καὶ μόλις ἐπὶ τὸ πέρας διεξελθὼν, τὴν αὐτὴν ζωὴν ἀποδεικνύειν ἀναρχὸν τε εἶναι καὶ ἀτελεύτητον, ἡμετράν εὐχὴν πληροῦν ἐν τῇ τοιαύτῃ σπουδῇ. Οὐδὲ γὰρ παρ’ ἡμῶν ἄλλο τι λέγεται ἢ ὅτι μία ἐστὶ καὶ συνεχὴς αὐτὴ πρὸς ἑαυτὴν ἡ θεία ζωή, ἄπειρος τε καὶ ἀίδιος, καὶ οὐδαμὲν οὐδενὶ πέρατι καλουμένη πρὸς τὸ ἄοριστον. Μέχρι τοῦτον ὁ λογογράφος τοὺς ἑαυτοῦ πόνους καὶ τοὺς ἱδρώτας τῇ καθ’ ἡμᾶς ἀληθείᾳ χαρίζεται, δεικνὺς τὴν αὐτὴν ζωὴν κατ’ οὐδέτερον μέρος περατωμένην, οὔτε εἰ τὸ πρὸ αἰώνων τις ἐξετάζει, οὔτε εἰ τὸ μετὰ τοῦτο λογίζεται. Ἄλλ’ ἐν τοῖς ἑξέσιν πάλιν πρὸς τὴν ἰδίαν ἐπανέρχεται σύγχυσιν. Εἰπὼν γὰρ τὴν αὐτὴν εἶναι ζωὴν ἀναρχὸν τε καὶ ἀτελεύτητον, ἀφεὶς τὸν περὶ τῆς