Ancient Greek
541.40 to 541.55
Gregorius Nyssenus Theol., Contra Eunomium 541.40-55
Unproofread scanNot analysed yet
ζωῆς λόγον, τὰς ἐπιθεωρουμένας ὑπολήψεις τῇ θείᾳ ζωῇ εἰς μίαν τὰς πάσας ἔνοιαν συντάξας, ἐν τὰ πάντα ἐποίησεν. Εἰ γὰρ ἡ ζωή, φησίν, ἀναρχὸς τε καὶ ἀτελεύτητος καὶ ἀθώμετος ἐστὶ καὶ ἀγέννητος, ταύτων ἂν εἴη τῷ ἀγεννητῷ ἡ ἀθαρσία, καὶ τὸ ἀτελεύτητον τῷ ἀναρχῳ. Καὶ προστιθεὶς τοῦτοις τὴν ἐκ τῶν λογισμῶν συμπάχιν. Οὐ γὰρ δυνατὸν, φησί, τὴν μὲν ζωὴν εἶναι μίαν, τὸν δὲ τοῦ ἀθάρτου λόγον· μὴ τὸν αὐτὸν εἶναι τῷ τοῦ ἀγεννητοῦ. Λόγῳ, καλῶς ὁ γενναῖος προστίθησιν. Δοκεῖ δὲ μηδὲ τὸν τῆς δικαιοσύνης λόγον ἕτερον παρὰ τὰ ειρημένα τυγχάνειν, μηδὲ τὸν τῆς σοφίας καὶ τὸν τῆς δυνάμεως καὶ τὸν τῆς ἀγαθότητος, καὶ ἑκάστου τῶν θεοπροέπων ὀνομάτων. Καὶ μηδὲς ἔστω λόγος κατὰ τὸ ἴδιόν τι νοούμενος, ἀλλ’ ἐπὶ παντὶ τῷ καταλόγῳ τῶν ὀνομάτων, ἐν ὑποκείσθω τὸ σημαίνόμενον· καὶ εἰς ὑπογραφὴς λόγος τῶν περὶ ἑκάστου τῶν λεγομένων ὄρων ἀποπληρούτω. Κἂν ἐρωτηθῇς τὸ τοῦ κριτοῦ