Ancient Greek
544.1
Gregorius Nyssenus Theol., Contra Eunomium 544.1
Unproofread scanNot analysed yet
Δεῖ, φησί, τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς, ἓνα καὶ τὸν αὐτὸν εἶναι λόγον, καὶ τοῖς ὀνόμασι καὶ τῇ τρόπῳ καὶ τῇ τάξει φαίνεσθαι διάφορος. Τῶν γὰρ ἀληθῶς λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανομένων τὴν ἐκλογὴν, καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συναρμοζομένων, ὁρ-περᾶν καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, δεῖ ἀνάγκης δεῖν δυοῖν εἶναι ἑτέρων, ἢ καὶ τὸ πράγμα τὸ δηλού-μενον πάντως ἕτερον, ἢ μηδὲ τὸν δηλοῦντα λό-γον ἕτερον· μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν τοῦ Υἱοῦ ζωήν, ᾧ τις ἂν ἢ τὴν διάνοιαν ἐπαρείσειεν, ἢ τὸν ἕτερον λόγον ἐπαρρίψειε. Μὴ τις ἐστὶν ἐν τοῖς εἰρημένοις ἀναρμοσία, ὡς οὐ δέον ἐπὶ τοῦ Μονογενοῦς τὰ τοιαῦτα λέγειν τὴν γράφειν; Οὐχὶ καὶ ὁ Υἱὸς αὐτὸς εἰς ζωὴν εἰλικρινῶς μία; Οὐχὶ καὶ ἐπ’ αὐτοῦ ἕνα καὶ τὸν αὐτὸν εἶναι προσ-B ἥκει λόγον, καὶ τοῖς ὀνόμασι καὶ τῇ τρόπῳ καὶ τῇ τάξει φαίνεσθαι διάφορος; Οὐχὶ καὶ ἐπ’ ἐκείνῳ τῶν δύο τὸ ἕτερον ἐξ ἀνάγκης στήσεσθαι, ἢ καὶ τὸ πράγμα τὸ δηλούμενον πάντως ἕτερον, ἢ μηδὲ τὸν δηλοῦντα λόγον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν ζωὴν αὐτοῦ, ᾧ τις ἂν τὴν διάνοιαν ἐπαρείσειεν, ἢ τὸν ἕτερον λόγον ἐπαρρίψειεν; Οὐδὲν παρ’ ἡμῶν τοῖς περὶ τοῦ Πατρὸς εἰρημένοις παρὰ τοῦ Εὐνομίου ἐμμέμικται. Ἄλλ’ ἐπ’ αὐτῆς ἡλθόμεν τῆς ὁμολογίας καὶ τῆς ἀκολουθίας, μόνον τοῦ Υἱοῦ παρενδόντες τὸ ὄνομα.