Ancient Greek
544.2
Gregorius Nyssenus Theol., Contra Eunomium 544.2
Unproofread scanNot analysed yet
Εἰ οὖν καὶ αὐτὸς μία ζωὴ εἰλικρινῆς πάσης συν-θέσεως καὶ πλοκῆς κεχωρισμένη, καὶ οὐδὲν ἀποκεῖται πρᾶγμα παρὰ τὴν τοῦ Υἱοῦ ζωήν. Πῶς γὰρ ἐν τῇ ἀπλῇ μίξει ἀλλοτρίου πράγματος ὑποπτευοῖτο; Οὐ γὰρ ἂν ἐτι ἀπλοῦν εἴη τὸ μεθ’ ἑτέρου νοουμένου· ἀπλῇ δὲ ζωὴ καὶ ἡ τοῦ Πατρὸς οὐσία· ἀπλῆς δὲ ζωῆς κατ’ αὐτὸν τὸν τε τῆς ζωῆς, καὶ τὸν τῆς ἀπλότητος λόγον, οὐδεμία τις ἐστὶ διαφορά, οὔτε ἐπιστάσεως, οὔτε ὁρέσεως, οὔτε τῆς κατὰ τὸ ποσόν, ἢ ποῖον ἑτερότη-C τος τὴν παραλλαγὴν ἐμποιοῦσης, ἀνάγκη πᾶσα τὰ ταῖς αὐταῖς ἐννοίαις συμβαίνοντα, καὶ ὑπὸ τῶν αὐ-τῶν προσηγοριῶν ὀνομάζεσθαι. Εἰ οὖν ἐν τῷ πράγμα τὸ κατὰ τὴν ἀπλότητα τῆς ζωῆς ἐν Πατρὶ καὶ Υἱῷ καταλαμβάνεται, οὐδεμίαν τοῦ τῆς ἀπλότητος λόγου, καθὼς εἴρηται, παραλλαγὴν δεχομένου, ἀνάγκη πᾶσα τῷ τῷ ἐνὶ ἐφαρμοζόμενον ὄνομα, καὶ πρὸς τὸ ἕτερον προσφῶς ἔχειν· ὥστε εἰ ἡ ἀπλότης τῆς τοῦ Πατρὸς ζωῆς τῷ τῆς ἀγεννησίας ὀνόματι διασημαίνεται, μη-D δὲ πρὸς τὴν τοῦ Υἱοῦ ἀπλότητα τὴν φωνὴν ἀνοι-κείας ἔχειν. Ὅσπερ γὰρ τὸ λογικὸν καὶ θνητὸν, καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἄνθρωπος ὀνομάζεται, ὁμοίως ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἀβελ· καὶ οὐδὲν τὴν τῆς φύσεως ἐπωνυμίαν ὑσπεμικέν, οὔτε ἐπὶ τοῦ Ἀβελ τὸ διὰ γεννήσεως, οὔτε ἐπὶ τοῦ Ἀδὰμ τὸ ἄνευ γεννήσεως εἰς ζωὴν παρελθεῖν, οὔτε εἴπερ τὸ ἀπλοῦν καὶ ἀσύνθετον τῆς τοῦ Πατρὸς ζωῆς ὄνομα τὴν ἀγεν-νησίαν ἔχει· ὡσαύτως καὶ ἐπὶ τῆς τοῦ Υἱοῦ ζωῆς ἡ αὐτὴ ἐννοία τῇ αὐτῇ φωνῇ κατ’ ἀνάγκην ἐφαρμοσθή-σεται· εἴπερ δή, καθὼς φησιν ὁ Εὐνόμιος, δυοῖν ἑ-τέρων, ἢ καὶ τὸ πράγμα τὸ δηλούμενον πάντως ἕτερον, ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον εἶναι.