Ancient Greek
550.1
Gregorius Nyssenus Theol., Contra Eunomium 550.1
Unproofread scanNot analysed yet
"Ἄλλο γὰρ τῆς ἀληθείας, καὶ ἕτερον τοῦ δικαίου τὸ A σημαίνόμενον, ὥστε εἰπεῖν ἂν ἐκ τοῦ ἀκολουθοῦν καὶ περὶ τούτων Εὐνόμιον, τῷ μὲν δικαίῳ τὸ ἀληθὲς μὴ παρεῖναι, τῇ δὲ ἀληθείᾳ λείπειν τὸ δίκαιον· καὶ συμβαίνειν, ὅταν τὸ τῆς ἀδικίας ἀλλοτρίον ἐπὶ τοῦ Θεοῦ τις λογίζηται, δίκαιον καὶ ψεῦδές εἶναι τὸν Θεὸν κατὰ ταῦτὸν ἀποφαίνεσθαι. Ἐὰν δὲ τὴν πρὸς τὸ ψεῦδος αὐτοῦ ἀλλοτριωσιν λογίζωμαι, ἀληθὲς ἄμα καὶ ἄδικον κατασκευάζειν τὸν Θεόν. Οὕτως τὸ ἀόρατον, οὕτως τὸ ἀσχημάτιστον. Ἐξέσται γὰρ διὰ τούτων κατὰ τὴν ὁμοιοτροπον προεσθαι σοφίαν, μήτε ἐν τῷ ἀσχηματίστῳ τὸ ἀόρατον εἶναι λέγειν, μήτε ἐν τῷ ἀοράτῳ λέγειν τὸ ἀσχημάτιστον. Ἄλλὰ τῷ μὲν ἀοράτῳ συμπλέξει τὸ σχῆμα, ὁρατὸν δὲ διὰ τῆς ἀναστροφῆς κατασκευάσει τὸ ἀσχημάτιστον. Ταῦτα καὶ ἐπὶ τούτων εἰπὼν, ἃ περὶ τοῦ ἀφθάρτου τε καὶ ἀνάρχου ἐτεχνολόγησεν, ὅτι, "Ὅταν τὸ ἀσύνθετον τῆς θείας ζωῆς λογίζωμεθα, ἀσχημάτιστον μὲν αὐτὴν ὁμολογοῦμεν, οὐ μὴν καὶ ἀόρατον. Καὶ ὅταν περὶ τοῦ μὴ δύνασθαι σωματικοῖς ὀφθαλμοῖς τὸν Θεὸν ἰδεῖν ἐννοήσωμεν, τὸ ἀόρατον αὐτῷ συγχωρήσαντες, τὸ ἔξω σχήματος εἶναι οὐ συνθησοῦμεθα. Εἰ δὲ ταῦτα καταγέλαστα πᾶσιν ὁμοίως δοκεῖ καὶ ἀνύστα, πολὺ μᾶλλον ἐκείνων τὴν ἀτοπίαν ὁ νοῦν ἔχων καταψηφιεῖται, ὅθεν ὀρμηθεὶς ὁ λόγος ἐπὶ ταῦτα δι' ἀκολουθίου τὴν ἀτοπίαν προήγαγεν. Ἄλλ' ἐπιλαμβάνεται τῆς τοῦ διδασκάλου φωνῆς, ὡς οὐ δεόντως ἐν τῷ ἀτελεύτῳ θεωροῦσης τὸ ἀφθαρτον, καὶ ἐν τῷ ἀφθάρτῳ νοοῦσης τὸ ἀτελεύτητον. Οὐκοῦν τὸ παραπλήσιον τῇ ἀγνοίᾳ τοῦ Εὐνομίου καὶ ἡμεῖς γελιοῦμεν. Ἐξετάσωμεν γὰρ τὴν τοιαύτην αὐτοῦ γνώμην περὶ τῶν ὀνομάτων τούτων, ἥτις ἐστίν.