Ancient Greek
550.2
Gregorius Nyssenus Theol., Contra Eunomium 550.2
Unproofread scanNot analysed yet
"Ἄλλο τι φησι τῷ σημαίνοντι τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἀφθαρτον, ἢ ἐν τὰ δύο συνυπόσταται. Ἄλλ' εἰ μὲν ἐν ἀμφοτέρας λέγω, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ. Εἰ δὲ ἄλλο φησι τοῦ ἀφθάρτου εἶναι καὶ ἕτερον τοῦ ἀτελεύτητου τὸ σημαίνον, ἀνάγκη πᾶσα ἐπὶ τῶν ἀλλοτρίως ἔχοντων πρὸς ἄλληλα, μὴ τὸ αὐτὸ εἶναι κατὰ τὴν δύναμιν τῷ ἑτέρῳ τὸ ἕτερον. Οὐκοῦν εἰ ἄλλη τοῦ ἀφθάρτου ἡ ἔννοια, καὶ τοῦ ἀτελεύτητου πάλιν ἑτέρα, καὶ ἕστι τούτων ἑνέτερον ἕτεροῦν ἕστι τὸ ἕτερον· οὔτε τὸ ἀφθαρτον ἀτελεύτητον εἶναι δώσει, οὔτε ἀτελεύτητον ἀφθαρτον· ἀλλὰ φθαρτὸν μὲν ἕστι τὸ ἀτελεύτητον, τελεύτητον δὲ τὸ ἀφθαρτον. Ἄλλὰ παρακαλοῦμαι τοὺς ἐντυχάνοντας, μὴ καθ' ἡμῶν τρέψαι τὴν ἐπὶ τῷ γελιῳ καταγνώσιν. Ταῦτα γὰρ ἡμεῖς πρὸς τὸν γελιοῦν ὑπ' ἀνάγκης ἐπαίζαμεν, ἵνα διὰ τῆς ὁμοίας παιδιᾶς, τὴν μειρακιώδη τοῦ σοφίσματος αὐτοῦ πλοχὴν διαλύσωμεν. Ἄλλ' εἰ μὴ βαρύς τε καὶ ὀλιγὸν τοῖς ἐντυχάνουσι φαίνοιτο, οὐκ ἄκαιρον ἂν εἴη πάλιν ἐπὶ λέξεως ἐκθέσθαι τοῦ Εὐνομίου τὰ ῥήματα. Εἰ κατὰ τὸ ἀτελεύτητον, φησι, τῆς ζωῆς μόνον ἕστιν ἀφθαρτος, καὶ κατὰ τὸ ἀρχῆς μόνον ἀγέννητος, καθὼς μὴ ἕστιν ἀφθαρτος, φθαρὸς ἕσται· καὶ καθὼς μὴ ἕστιν ἀγέννητος, γεννητὸς ἕσται. Καὶ ἐπαναλαβὼν τὸ αὐτὸ πάλιν, φησίν·