Ancient Greek
553.1
Gregorius Nyssenus Theol., Contra Eunomium 553.1
Unproofread scanNot analysed yet
εὐρέθην ἔσται πάντως, ἡ καταγέλαστον. Τί γὰρ νοῶν τοῦτο λέγεις; Εἰπέ μοι. Ὅτι ἀναρχὸς ἐστιν ἀτελευτήτως, καὶ ἀτελεύτητος ἀνάρχως. Ἄρα ταῦτόν οἶσι τὴν ἀρχὴν εἶναι τῷ τέλει; Καὶ καθ’ ἕνος κεισθαι νοήματος τὰς δύο φωνάς, ὡς Πέτρου καὶ Σίμωνος αἱ προσηγορίαι ἐν τῷ ὑποκειμένῳ δι’ ἑαυτῶν δηλοῦσι, καὶ τοῦτο χάριν ὕστερον τὴν ἀρχὴν τῷ τέλει ταύτων εἶναι νομίζεις, οὕτως συνάψας πρὸς μίαν σημασίαν τὰς δύο φωνὰς τὰς ἐκατέρου τούτων ἀνααιρετικάς, τοῦ τέλους λέγω καὶ τῆς ἀρχῆς, ἐκ τοῦ ἀντιστρόφου νοήσης τὸν ἀνάρχον ταῦτόν εἶναι τῷ ἀτελεύτητον, μίαν τὰς δύο φωνὰς συγχύσας ἀλλήλαις ἐποίησας. Καὶ τοῦτό σοι βούλεται τῶν ὀνομάτων ἡ μίξις, ἐν τῷ λέγειν ἀγέννητον εἶναι ἀτελεύτητον, καὶ ἀτελεύτητον ἀγεννητως. Καὶ πῶς οὐκ εἶδες τὸ ἀσβέδες ἐν τοῖς λεγομένοις ἅμα καὶ καταγέλαστον; Εἰ γὰρ ἐκ τοῦ ἴσου γίνεται διὰ τῆς καινῆς ταύτης μίξεως τῶν ὀνομάτων ἀναστροφή, ὡς τὸ ἀγέννητον ἀτελεύτητον εἶναι ἀγέννητον, καὶ τὸ ἀτελεύτητον ἀγεννητως εἶναι ἀτελεύτητον, ἀνάγκη πᾶσα ἀτελεύτητον μὴ ἄλλως εἶναι, εἰ μὴ ἀγεννητως εἴη. Καὶ οὕτως εὑρίσκεται σοι, ὦ φιλάτατε, ἡ πολυβρύλλια ἀγεννησία, ἡ μόνη κατὰ τὸ Πατρὸς τὴν οὐσίαν χαρακτηρίζουσα, κοινοποιουμένη πρὸς πᾶν τὸ ἀθάνατον, καὶ πάντα ποιοῦσα τῷ Πατρὶ ὁμοούσια, διὰ τὸ πᾶσιν ὁμοίως ἐμφανίζεσθαι, οἷς διὰ τῆς ἀθανασίας πρόκειται ἡ ζωὴ πρὸς τὸ ἄπειρον, ἀρχαγγέλοις, ἀγγέλοις, ἀνθρωπίαις ψυχαῖς· τάχα δὲ καὶ αὐτῇ τῇ ἀποστατικῇ δυνάμει, τῷ διαβόλῳ τε καὶ τοῖς δαίμοσιν. Εἰ γὰρ τὸ ἀτελεύτητόν τε καὶ ἄφθαρτον ἀγεννητως κατὰ τὸν σὸν λόγον πάντως ἐστι, παντὶ τῷ ἀτελεύτητω τε καὶ ἀφθάρτῳ συνθεωρεῖσθαι πάντως χρὴ τὸ ἀγέννητον, ὁμοῦ interminato et incorruptibili omnino oportet