Ancient Greek
553.2
Gregorius Nyssenus Theol., Contra Eunomium 553.2
Unproofread scanNot analysed yet
Τούτους περιπίπτουσιν οἱ πρὸν μαθεῖν ἡ προσῆκει μαθεῖν, δι’ ὧν διδάσκειν ἐπιχειροῦσι τὴν ἑαυτῶν ἀμαθίαν δημοσιούντες. Εἰ γὰρ εἶχε τινὰ διακριτικὴν ἐπιστήμην, οὐκ ἂν ἠγνόησε τὴν ἰδιαζούσης ἐγκειμένην τῷ τε ἀναρχῷ καὶ τῷ ἀτελεύτητῷ διάνοιαν. Καὶ ὅτι τὸ μὲν ἀτελεύτητον κοινὸν πάντων ἐστιν, ὅσα διαρκεῖν πεπίστευται τῇ ζωῇ πρὸς τὸ ἄπειρον· τὸ δὲ ἀναρχον, μόνοι ἐστὶ τοῦ ἄνευ αἰτίας ὄντος. Πῶς οὖν ἐστι τὸ πάντων κοινόν, ἰσοδύναμον ἔχειν νομίζειν, ὁ μόνου τοῦ Θεοῦ κατ’ ἐξαιρετον εἶναι παρὰ πάντων πεπίστευται, ὥστε διὰ τούτου ἡ κοινοποιήσει πρὸς πάντα τὰ τῆς ἀθανασίας μετέχοντα τὸ ἀγέννητον, ἡ μηδὲν ἀθάνατον συγχωρῆν εἶναι, εἴπερ μόνον ἐστὶ τοῦ ἀγεννήτου τὸ ἀτελεύτητον εἶναι, καὶ τὸ ἔμπαιιν, εἰ τοῦ ἀτελεύτητου μόνοι ἐστὶ τὸ ἀγεννητως εἶναι; Οὕτω γὰρ ἂν εἶναι νομισθεῖν τὰ ἀτελεύτητα πάντα ἀγέννητα. Ἄλλ’ ἐάσω καὶ ταῦτα, καὶ ἡ συνήθης αὐτοῦ λοιδορία ἣν τοῖς εἰρημένοις ἐπήνηλθε, μετὰ τούτων σιγάσθω. Πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως.