Ancient Greek
554.1
Gregorius Nyssenus Theol., Contra Eunomium 554.1
Unproofread scanNot analysed yet
A ἑαυτῷ διδοὺς ὡς ἐκ τοῦ ἡμετέρου λόγου ὁρῶν τὰς πρὸς ἀντιθεσιν ἀφορμὰς, οἷς τὸ δι' ἀχριθείας ἐπειξιναι, μάταιον ἂν τις εἴποι τῶν κρίνειν ἐπαχρεμαμένων, ἑκάστου τῶν μετὰ διανοίας ἐντυχάνοντων αὐτοῦ τῷ συγγράμματι, ἐξ αὐτῶν τῶν λεγομένων τὴν συκοφαντίαν καταλαμβάνοντος. Πρεσβύτερον λέγει τοῦ Θεοῦ τὴν ἀξίαν τῆς τοῦ ἡμετέρου καθηγητοῦ ἐπινοίας. Οὐδὲ ἡμεῖς ἀντιλέγομεν· ἡ γὰρ τοῦ Θεοῦ ἀξία, ἣντινα χρή καὶ ταύτην νομίζειν εἶναι, οὐ τῆς καθ' ἡμᾶς μόνον γενεὰς προτερρεύει, ἀλλὰ καὶ πάσης τῆς κτίσεως καὶ αὐτῶν ὑπέρκειται τῶν αἰώνων. Τί οὖν ἐκ τούτων τῷ λόγῳ προσγίνεται, εἰ μὴ Βασιλείου μόνου, ἀλλὰ καὶ πάντων τῶν ὄντων ἄνωτέρα ὁμολογεῖται τοῦ Θεοῦ ἡ ἀξία; Ναί, φησίν, ἀλλὰ τὸ ὄνομα ἡ ἀξία ἐστίν. Καὶ τὶς ἀπέδειξε, ταῦτόν εἶναι τῇ ἀξίᾳ τὴν προσγγορίαν, ἵνα καὶ ἡμεῖς τῷ λεγομένῳ συνδιδώμεν; Φύσεως ἡμῶν, φησί, διδάσκει θεῶς, ἐν τοῖς ὀνομαζομένοις πράγμασιν, οὐκ ἐν τῇ τῶν ὀνομαζόντων ἐξουσίᾳ κείσθαι τὴν τῶν ὀνομάτων ἀξίαν. Τίς οὖτος ὁ τῆς φύσεως νόμος; Καὶ πῶς οὐ κατὰ πάντων κεχυρωμένος; Εἰ γὰρ φύσις τὸ τοιοῦτον ἐνομοθέτησε, κατὰ πάντων κεχυρωμένος. Εἰ γὰρ φύσις τὸ τοιοῦτον ἐνομοθέτησε, κατὰ πάντων αὐτὴν ἔχει τὸ κράτος ἔχειν τῶν κοινωνούντων τῆς φύσεως, ὥσπερ καὶ τὰ ἄλλα πάντα ὅσα τῆς φύσεως ἴδια. Εἰ οὖν νόμος τῆς φύσεως ἐκ τῶν πραγμάτων ἡμῖν ἀναφέρεσθαι τὰς προσγγορίας ἐποίησεν, ὥσπερ ἐκ τῶν σπερμάτων ἢ τῶν ριζῶν τὰ βλαστήματα, καὶ μὴ τῇ προαίρεσει τῶν δηλούντων τὰ πράγματα τὰς σημαντικὰς τῶν ὑποκειμένων ἐπωνυμίας ἐπέτρεπε, πάντες ἂν ἡμεῖν οἱ ἄνθρωποι, πρὸς ἀλλήλους ὁμόγλωσσοι. Μὴ γὰρ παρηλλαγμένων τῶν ἐπικειμένων τοῖς πράγμασιν ὀνομάτων, οὐκ ἂν πρὸς ἀλλήλους κατὰ τὸ εἶδος διεφυνούμεν τοῦ λόγου. Ὅσιον φησιν εἶναι, καὶ τῷ τῆς προνοίας νόμῳ προσιφυέστατον, ἀνωθεν ἐπικεῖσθαι τοῖς πράγμασι τὰς φωνάς. Πῶς οὖν ἠγνόησαν οἱ προφῆται τὸ ὅσιον, καὶ ὁν τῆς προνοίας νόμον οὐκ ἐπαιδεύθησαν, οἱ μηδαμῶς, κατὰ τὸν σὸν λόγον, τὴν ἀγεννησίαν θεοποίησαντες; Πῶς δὲ καὶ αὐτὸς ὁ Θεὸς ἄγνοεῖ τὸ τοιοῦτον εἶδος τῆς ὁσιότητος, ὅς γε οὐκ ἀνωθεν ἐπιτίθησι τοῖς παρ' αὐτοῦ πλασθεῖσι ζῴοις τὰς προσγγορίας· ἀλλὰ τῷ Ἀδὰμ τὴν ἐξουσίαν τῆς ὀνοματοποιίας χαρίζεται; Εἰ γὰρ προσεφύει τῷ τῆς προνοίας νόμῳ, καθὼς φησιν ὁ Εὐνόμιος, καὶ ὅσιόν ἐστι τὸ ἀνωθεν ἐπικεῖσθαι τοῖς πράγμασι τὰς φωνάς, ἀνόσιον πάντως καὶ ἀνάρκοστον παρὰ τῶν κάτω τοῖς οὖσιν ἐφαρμοσθῆναι τὰς κλήσεις.