Ancient Greek
555.1
Gregorius Nyssenus Theol., Contra Eunomium 555.1
Unproofread scanNot analysed yet
A παρόντι σπέρμα καινοτομεῖται παρὰ τῆς φύσεως, οὕτως καὶ ὁ λόγος οὗτος εἴπερ ἦν, καθὼς σὺ φῃς, θεὸν κατασπαρμένος τῇ φύσει, τῇ πρώτῃ ἂν τῶν πρωτοπλαστῶν ψυχῇ συνβεβλάστη, καὶ τῇ διαδοχῇ τῶν ἐπιγινομένων συνδιεξήρχετο. Ἄλλ᾽ ἐπειδή τοῦτο παρὰ τὴν πρώτην οὐκ ἦν, οὐδεὶς γὰρ τῶν πρώ-των μέχρι τῶν νῦν ἀνθρώπων πρὸς οὓς τὸ τοιοῦτον ἐφθέγξατο, δῆλον ὅτι νόθον τι καὶ παρειργασμένον ἐκ τῆς ζιζανιῶδους ἀνεφύη σπορᾶς, οὐκ ἐκ τῶν καλῶν ἐκείνων σπερμάτων, ἃ τῷ ἀγρῷ τῆς φύσεως, εὐαγ-γελικῶς εἰπεῖν, ὁ θεὸς κατεσκέλατο. Ὅσα γὰρ ἐν τῇ κοινῇ φύσει πάντως ἐστίν, οὐ νῦν τοῦ εἶναι τὴν ἀρχὴν ἔχει, ἀλλ᾽ ἐκ τῆς πρώτης συστάσεως συνανεφάνη τῇ φύσει· ὡς ἡ τε τῶν αἰσθητηρίων ἐνέργεια, καὶ τὸ πρὸς τι τῶν ἀνθρώπων ἐπιθυμητικὸς, ἢ ἄλλοτριως ἔχειν, καὶ εἰ τι ἄλλο τοιοῦτον ὁμολογεῖται κοινὸν τῆς φύσεως, ὧν οὐδὲν ἐν τοῖς ἐπιγινομένοις ὁ βίος ἐκαι-νοτόμησεν, ἀλλ᾽ ἐν τοῖς αὐτοῖς ἰδιώμασι ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων συντηρεῖται διὰ παντὸς τὸ ἀνθρώπινον· οὐδὲν τῆς φύσεως οὔτε τῶν ἐξ ἀρχῆς προσόντων ἀποβαλλούσης, οὔτε τῶν μὴ προσόντων προσλαμβάνουσης. Ὁρᾶν δὲ τὸ μὲν ὄψιν κοινὸν ὁμο-λογεῖται τῆς φύσεως, τὸ δὲ τεχνικῶς ὁρᾶν ἐξ ἐπιτη-δεύσεως τοῖς ἐσπουδακοῖς περὶ τὰς ἐπιστήμας προσγί-νεται. Οὐ γὰρ πάντων ἐστὶν ἡ διὰ τῆς διόπτρας ἐπα-στημονικὴ κατανόησις, ἢ τῶν γεωμετρικῶν γραμμῶν ἢ ἀποδεικτικὴ θεωρία, ἢ εἰ τι τοιοῦτο ἕτερον, ἀφ᾽ ὧν οὐ τὸ βλέπειν, ἀλλὰ τὸ πρὸς τι χειρῆσθαι τῷ βλέπειν παρὰ τῆς τέχνης ἐφευρίσκεται· οὕτω καὶ τὸ λογικὸν μὲν εἶναι, κοινὸν ἂν τις εἴποι τῆς ἀνθρωπίνης οὐσίας καὶ ἴδιον ἀνὴν συγκατασυμποιούμενον τῇ φύσει. Τὸ δὲ τοῖς οὖσι σημαντικὰς φωνὰς ἐφευρίσκειν καὶ προσηγ-ρίας τῶν ἀνθρώπων εἶναι τῶν τὴν λογικὴν δύναμιν θεὸν ἐν αὐτοῖς κεχτημένων, τῶν δὲ, κατὰ τὸ ἀρέσκον, αὐτοῖς πρὸς τὴν τῶν δηλουμένων σαφήνειαν λέξεις τινὰς τῶν πραγμάτων ἐμφαντικὰς ἐφευρίσκειν-των. Ἄλλ᾽ ἐὰν ταῦτα κρατῇ, δυοῖν φησι κατασκευά-ζεσθαι ἑτέρον, ἢ τῶν ἐπινουόντων τὴν ἐπίνοιαν πρε-σβυτέραν ἢ τὰς τῷ θεῷ κατὰ φύσιν προσήκουσας προα-τηρίας καὶ πάντων προὑπαρχούσας, τῆς τῶν ἀνθρώ-πων γενέσεως ὑστερας. Ἄρα γε πρὸς τὰ τοιαῦτα δια-μάχεσθαι χρή, καὶ πρὸς τὴν οὖσαν ἐκπλὸν ἄνοιαν διὰ τοῦ λόγου συμπλέεσθαι. Καὶ τὶς οὕτως ἐντελῶς ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίζει, εἰ τῆς λογικῆς