Ancient Greek
555.2
Gregorius Nyssenus Theol., Contra Eunomium 555.2
Unproofread scanNot analysed yet
D δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, καὶ πρεσβυ-τέρας τῶν λαλούντων ὁμολογεῖν εἶναι τὰς τῶν ῥημά-των φωνάς, ἢ πλημμελεῖν εἰς τὸ θεῖον νοεῖσαι, τῶν ἀνθρώπων, καθὼς χωροῦσι μετὰ τὸ γενέσθαι ἀνθρω-ποι, τὸ θεῖον ὀνομαζόντων; Τὸ γὰρ μὴ δεῖσθαι τὴν ὑπερέχουσαν φύσιν ῥημάτων διὰ φωνῆς καὶ γλώττης ἐκπευομένων, ἤδη τε εἰρήγαι, καὶ περιττὸν ἂν εἴη διὰ τῶν αὐτῶν ὀχλὸν ἐντιθέναι τῷ λόγῳ. Τὸ γὰρ ἀπροσδεὲς τῇ φύσει καὶ τέλειον καὶ ἀπερίττον, οὐς τὶ τῶν δεόντων οὐκ ἔχει, οὔτε τῶν μὴ δεόντων τ. ἔχει. Ἐπεὶ οὖν τὸ μὴ δεῖν αὐτῇ τῆς ὀνομαστικῆς κλήσεως ἐκ τῶν φθασάντων ἀποδιδέικται λόγων, καὶ ἐκ τῆς κοινῆς τῶν νοῦν ἔχόντων συγκαταβάσεως ὁμολογεῖται,