Ancient Greek
558.1
Gregorius Nyssenus Theol., Contra Eunomium 558.1
Unproofread scanNot analysed yet
τον εἰπεῖν τὸν λόγον, ὅτι τῷ ἀγεννητῷ Θεῷ κατὰ φύσιν μὲν ἐστὶν ἡ γέννησις, στερηθεὶς δὲ τοῦ κατὰ φύσιν, ἐκ γεννητοῦ τοῦ προθέντος, γέγονε μετὰ ταῦτα ἀγέννητος· Ἄλλα ταῦτα τῆς ῥητορικῆς τὰ τεχνάσματα, τὰ, ἐν οἷς ἐλέγχονται προσώπων τινῶν ὑποβολαὶ τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην διαδιδράσκειν· οὐὖν καὶ περὶ τῆς ἀπολογίας ἐκείνης ἀπολλύθητι, δικασταὶ καὶ κατηγόροις ἀνατιθεὶς τῆς ἐπιγραφῆς τὴν αἰτίαν, οὐ κατηγόρους, οὐ κρίσιν, οὐ δικαστήριον ἐπιδείξαι· δυνάμενος. Καὶ νῦν ὡς ἄλλην τινὰ μωρίαν ἐπανορθούμενος, εἰς ἀνάγκην φησὶ τοῦ οὕτως εἰπεῖν ἐληλυθέναι. Οὕτως ὁ ἔλεγχος τῆς ἀνθρώπου ἡμῶν ἀτοπίας, καὶ τῆς προσοπίμου καὶ ἐπιλήπτου εὐλαβείας. Ἄλλ’ ἀπορούντας ἡμᾶς φησιν οὐκ ἔχειν τι χρῆσόμεθα τοῖς παροῦσι καὶ τὴν ἀπορίαν ἐπιχειροποιοῦμενος· ἐκείνου μὲν ἐκ τῶν ῥημάτων εἰς τὴν τοῦ κόσμου διαβάλλειν σοφίαν· αὐτὸς δὲ τὴν τοῦ ἁγίου Πνεύματος οἰκειοῦσθαι διδασκαλίαν. Ἄλλος δεινὸς οὕτως τοσοῦτον ἐαυτῷ προσεῖναι τῆς ἑμῶν σοφίας οἴεσθαι, ὡς φοβερὸν Βασιλείῳ διὰ τοῦτο δοκεῖν. Οὕτω τινὲς καὶ βασιλεύειν ὁμῶρονται, καὶ τῆς ὑψηλοτέρας ἀξίας εἶναι πολλάκις ἐαυτοὺς ἐφαντασάμενοι, τῆς ἡπατημένης τῶν ἐνυπνίων δόξας, ἐκ τῆς καθ’ ὑπαρ ἐπιθυμίας, τὴν περὶ τούτου δόξαν ἐνθεῖς. Οὐκ ἔχοντα, φησίν, Βασιλείων, ὅ τι τοῖς εἰρημένοις χρῆσθαι, διαβάλλειν αὐτὸν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ. Πολυλῶν μὲν τοι τὴν τοιαύτην ἄν διαβολὴν ἐκμῆσατο, τὸ φοβερὸς νομισθῆναι τῇ περιουσίᾳ τῶν λόγων, καὶ τῶν ἐπιτυχόντων τινί, μὴ γι γι Βασιλείῳ καὶ τινὶ τῶν κατ’ αὐτόν, εἴπερ τις ὅλως ἐστὶ κατ’ αὐτὸν ἢ γένετος. Ἄλλα τὸν μὲν διὰ μέσου λόγον, εἴπερ λόγος ἐστὶν ἢ ἀνδραποδὴς αὐτοῦ λοιδωρία, καὶ τὰ δμοῦσα σκώμματα, δι’ ὧν κατατρέχειν τῶν ἡμετέρων οἴεται, πάντα παρήσω, βδελυκτὸν τε καὶ ἀβδὲς ποιούμενος τοσοῦτοις μολυσμασι τὸν ἡμέτερον ἐμφυρῶσθαι λόγον, ὡςπερ οἱ τὰ ὀχλώδη τε καὶ ὀδωδέστα τῶν ἐλκῶν μυσαττόμενοι, καὶ δυσανασχετοῦντες τὴν θέαν τῶν ἀπὸ πληθωρικῆς τινὸς βαρυχυμίας δι’ ἀχοροχόδων, καὶ ἡλίων ἀλλοιωθέντων τὴν ἐπιφάνειαν. Τὸν δὲ νοῦν αὐτοῦ δι’ ὀλίγων ἐκθέμενος, τὴν πολλὴν τῶν εἰρημένων παραβραμούμεν δυσωδίαν.