Ancient Greek
558.2
Gregorius Nyssenus Theol., Contra Eunomium 558.2
Unproofread scanNot analysed yet
Ἔσται δὲ μοι τέως κατ’ ἐλευθερίαν ὁ λόγος διεξαγόμενος, οὐδὲν πρὸς τὸ ἐπηρεαστικῶς σπαράσσειν τι τῶν λεγομένων ἐπιστρεφόμενος. Πᾶς λόγος ὁ γε ἀληθὴς λόγος, σημαντικὴ τις ἐστὶ τῶν γε ἐνοινιων κινημάτων φωνή. Πᾶσα δὲ τῆς ὑγιούς διανοίας ἐνέργεια τε καὶ κίνησις, πρὸς τὴν τῶν ὄντων γνῶσιν τε καὶ θεωρίαν, ὡς ἂν οἷόν τε ἦ, βλέπει. Διχὶ δὲ μεμερισται τῶν ὄντων ἡ φύσις, εἰς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν διαιρουμένη· ἄλλα τῶν μὲν κατ’ αἴσθησιν φαινομένων, διὰ τὸ πρόχειρον τῆς κατανοήσεως, κοινῇ περὶ πάντων πᾶσιν ὁδεῖται περὶ τὸ ὑποκειμενον ἀμφιβολίαν ἐμποιοῦσης τῆς αἰσθητικῆς ἐπιχειρήσεως· τὰς τε γὰρ τῶν χρωμάτων, καὶ τῶν λοιπῶν ποιότητων διαφορὰς, ὅσας διὰ τῆς δόξας καὶ δι’ ἀκοῆς, ἢ ὀσφρήσεως, ἢ τῆς κατὰ τὴν ἀφήν, ἢ τὴν γεῦσιν αἰσθήσεως ἐπιχειροῦμεν, ὁμοφώνως πάντες οἱ τῆς αὐτῆς κοινωνοῦντες φύσεως, γινώσκομεν τε καὶ