Ancient Greek
559.1
Gregorius Nyssenus Theol., Contra Eunomium 559.1
Unproofread scanNot analysed yet
ὀνομάζομεν, καὶ ὅσα τῶν λοιπῶν τὴν κατάληψιν ἐπιπολαιότεραν ἔχειν δοκεῖ κατὰ τὸν βίον ἀναστρεφομένων πραγμάτων, ἃ πρὸς τε τὸν πολιτικὸν, καὶ τὸν ἠθικὸν τοῦ βίου σκοπὸν καταγίνεται. Ἐν δὲ τῇ θεωρίᾳ τῆς νοερᾶς φύσεως, διὰ τὸ ὑπερῆκειν αὐτὴν τῆς αἰσθητικῆς καταλήψεως, στοχαστικῶς τῆς διανοίας ἐπορευομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἄλλοι ἄλλως κινούμεθα τε περὶ τὸ ζητούμενον, καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως οἷόν τε ἦ, τὸ νοητὸν ἐξαγγέλλομεν, ἐγγίζοντες ὡς ἐνὶ μάλιστα τῇ δυνάμει τῶν νοηθέντων διὰ τῆς τῶν ῥημάτων ἐμφάσεως.